호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀπεννέπω σε μὴ κατακτείνειν ἐμὲ ὑπέρ τ ἐμαυτῆς τοῦ θεοῦ θ ἵν ἕσταμεν.? τί δ ἐστὶ Φοίβῳ σοί τε κοινὸν ἐν μέσῳ· ἱερὸν τὸ σῶμα τῷ θεῷ δίδωμ ἔχειν. κἄπειτ ἔκαινες φαρμάκοις τὸν τοῦ θεοῦ· ἀλλ οὐκέτ ἦσθα Λοξίου, πατρὸς δὲ σοῦ. ἀλλ ἐγενόμεσθα πατρός: οὐσίαν λέγω. οὐκοῦν τότ ἦσθα: νῦν δ ἐγώ, σὺ δ οὐκέτι. οὐκ εὐσεβεῖς γε: τἀμὰ δ εὐσεβῆ τότ ἦν. ἔκτεινά ς ὄντα πολέμιον δόμοις ἐμοῖς. οὔτοι σὺν ὅπλοις ἦλθον ἐς τὴν σὴν χθόνα. μάλιστα: κἀπίμπρης γ Ἐρεχθέως δόμους. ποίοισι πανοῖς ἢ πυρὸς ποίᾳ φλογί· ἔμελλες οἰκεῖν τἄμ, ἐμοῦ βίᾳ λαβών. πατρός γε γῆν διδόντος ἣν ἐκτήσατο. τοῖς Αἰόλου δὲ πῶς μετῆν τῶν Παλλάδος· ὅπλοισιν αὐτήν, οὐ λόγοις ἐρρύσατο. ἐπίκουρος οἰκήτωρ γ ἂν οὐκ εἰή χθονός. κἄπειτα τοῦ μέλλειν μ ἀπέκτεινες φόβῳ· ὡς μὴ θάνοιμί γ, εἰ σὺ μὴ μέλλων τύχοις. φθονεῖς ἄπαις οὖς, εἰ πατὴρ ἐξηῦρέ με. σὺ τῶν ἀτέκνων δῆτ ἀναρπάσεις δόμους· ἡμῖν δέ γ ἀλλὰ πατρικῆς οὐκ ἦν μέρος· ὅς ἀσπὶς ἔγχος θ: ἥδε σοι παμπησία. ἔκλειπε βωμὸν καὶ θεηλάτους ἕδρας. τὴν σὴν ὅπου σοι μητέρ ἐστὶ νουθέτει. σὺ δ οὐχ ὑφέξεις ζημίαν, κτείνους ἐμέ· ἤν γ ἐντὸς ἀδύτων τῶνδέ με σφάξαι θέλῃς. τίς ἡδονή σοι θεοῦ θανεῖν ἐν στέμμασι· λυπήσομέν τιν, ὧν λελυπήμεσθ ὕπο. φεῦ. δεινόν γε, θνητοῖς τοὺς νόμους ὡς οὐ καλῶς ἔθηκεν ὁ θεὸς οὐδ ἀπὸ γνώμης σοφῆς: τοὺς μὲν γὰρ ἀδίκους βωμὸν οὐχ ἵζειν ἐχρῆν, ἀλλ ἐξελαύνειν: οὐδὲ γὰρ ψαύειν καλὸν θεῶν πονηρὰν χεῖρα: τοῖσι δ ἐνδίκοις - ἱερὰ καθίζειν, ὅστις ἠδικεῖτ, ἐχρῆν: καὶ μὴ πὶ ταὐτὸ τοῦτ ἰόντ ἔχειν ἴσον τόν τ ἐσθλὸν ὄντα τόν τε μὴ θεῶν πάρα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기