호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ ταυρόμορφον ὄμμα Κηφισοῦ πατρός, οἱάν ἔχιδναν τήνδ ἔφυσας ἢ πυρὸς δράκοντ ἀναβλέποντα φοινίαν φλόγα, ᾗ τόλμα πᾶς ἔνεστιν, οὐδ ἥσσων ἔφυ Γοργοῦς σταλαγμῶν, οἷς ἔμελλέ με κτενεῖν.? βωμὸν ἔπτηξεν θεοῦ, ὡς οὐ δίκην δώσουσα τῶν εἰργασμένων. λάζυσθ, ἵν αὐτῆς τοὺς ἀκηράτους πλόκους κόμης καταξήνωσι Παρνασοῦ πλάκες, ὅθεν πετραῖον ἅλμα δισκηθήσεται. ἐσθλοῦ δ ἔκυρσα δαίμονος, πρὶν ἐς πόλιν μολεῖν Ἀθηνῶν χὑπὸ μητρυιὰν πεσεῖν. ἐν συμμάχοις γὰρ ἀνεμετρησάμην φρένας τὰς σάς, ὅσον μοι πῆμα δυσμενής τ ἔφυς: ἔσω γὰρ ἄν με περιβαλοῦσα δωμάτων ἄρδην ἂν ἐξέπεμψας εἰς Αἵδου δόμους. ἀλλ οὔτε βωμὸς οὔτ Ἀπόλλωνος δόμος σώσει ς: ὁ δ οἶκτος ὁ σὸς ἐμοὶ κρείσσων πάρα καὶ μητρὶ τἠμῇ: καὶ γὰρ εἰ τὸ σῶμά μοι ἄπεστιν αὐτῆς, τοὔνομ οὐκ ἄπεστί πω. ἴδεσθε τὴν πανοῦργον, ἐκ τέχνης τέχνην οἱάν ἔπλεξε:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기