호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ δ ἐς αὐλοὺς ἧκον ἐς κρατῆρά τε κοινόν, γέρων ἔλεξ:? Ἀφαρπάζειν χρεὼν οἰνηρὰ τεύχη σμικρά, μεγάλα δ ἐσφέρειν, ὡς θᾶσσον ἔλθως οἵδ ἐς ἡδονὰς φρενῶν. ἦν δὴ φερόντων μόχθος ἀργυρηλάτους χρυσέας τε φιάλας: ὃ δὲ λαβὼν ἐξαίρετον, ὡς τῷ νέῳ δὴ δεσπότῃ χάριν φέρων, ἔδωκε πλῆρες τεῦχος, εἰς οἶνον βαλὼν ὅ φασι δοῦναι φάρμακον δραστήριον δέσποιναν, ὡς παῖς ὁ νέος ἐκλίποι φάος: κοὐδεὶς τάδ ᾔδειν. ἐν χεροῖν ἔχοντι δὲ σπονδὰς μετ ἄλλων παιδὶ τῷ πεφηνότι βλασφημίαν τις οἰκετῶν ἐφθέγξατο: ὁ δ, ὡς ἐν ἱερῷ μάντεσίν τ ἐσθλοῖς τραφείς, οἰωνὸν ἔθετο, κἀκέλευς ἄλλον νέον κρατῆρα πληροῦν: τὰς δὲ πρὶν σπονδὰς θεοῦ δίδωσι γαίᾳ, πᾶσί τ ἐκσπένδειν λέγει. σιγὴ δ ὑπῆλθεν. ἐκ δ ἐπίμπλαμεν δρόσου κρατῆρας ἱεροὺς Βυβλίνου τε πώματος. κἀν τῷδε μόχθῳ πτηνὸς ἐσπίπτει δόμοις κῶμος πελειῶν - Λοξίου γὰρ ἐν δόμοις ἄτρεστα ναίους - ὡς δ ἀπέσπεισαν μέθυ, ἐς αὐτὸ χείλη πώματος κεχρημέναι καθῆκαν, εἷλκον δ εὐπτέρους ἐς αὐχένας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기