- 텍스트

Euripides, Ion, episode 2:

(에우리피데스, Ion, episode 2:)

λαβὼν δὲ μόσχους ᾤχεθ:? ὁ δὲ νεανίας σεμνῶς ἀτοίχους περιβολὰς σκηνωμάτων ὀρθοστάταις ἱδρύεθ, ἡλίου βολὰς καλῶς φυλάξας, οὔτε πρὸς μέσας φλογὸς ἀκτῖνας, οὔτ αὖ πρὸς τελευτώσας βίον, πλέθρου σταθμήσας μῆκος εἰς εὐγωνίαν, μέτρημ ἔχουσαν τοὐν μέσῳ γε μυρίων ποδῶν ἀριθμόν, ὡς λέγουσιν οἱ σοφοί, ὡς πάντα Δελφῶν λαὸν ἐς θοίνην καλῶν. λαβὼν δ ὑφάσμαθ ἱερὰ θησαυρῶν πάρα κατεσκίαζε, θαύματ ἀνθρώποις ὁρᾶν. πρῶτον μὲν ὀρόφῳ πτέρυγα περιβάλλει πέπλων, ἀνάθημα Δίου παιδός, οὓς Ἡρακλέης Ἀμαζόνων σκυλεύματ ἤνεγκεν θεῷ. ἐνῆν δ ὑφανταὶ γράμμασιν τοιαίδ ὑφαί, Οὐρανὸς ἀθροίζων ἄστρ ἐν αἰθέρος κύκλῳ. ἵππους μὲν ἤλαυν ἐς τελευταίαν φλόγα Ἥλιος, ἐφέλκων λαμπρὸν Ἑσπέρου φάος: μελάμπεπλος δὲ Νὺξ ἀσείρωτον ζυγοῖς ὄχημ ἔπαλλεν, ἄστρα δ ὡμάρτει θεᾷ: Πλειὰς μὲν ᾔει μεσοπόρου δι αἰθέρος ὅ τε ξιφήρης Ὠρίων, ὕπερθε δὲ Ἄρκτος στρέφους οὐραῖα χρυσήρη πόλῳ: κύκλος δὲ πανσέληνος ἠκόντιζ ἄνω μηνὸς διχήρης, Υἅδες τε, ναυτίλοις σαφέστατον σημεῖον, ἥ τε φωσφόρος Εὥς διώκους ἄστρα. τοίχοισιν δ ἔπι ἤμπισχεν ἄλλα βαρβάρων ὑφάσματα: εὐηρέτμους ναῦς ἀντίας Ἑλληνίσιν, καὶ μιξόθηρας φῶτας, ἱππείας τ ἄγρας ἐλάφων, λεόντων τ ἀγρίων θηράματα. κατ εἰσόδους δὲ Κέκροπα θυγατέρων πέλας σπείραισιν εἱλίσσοντ, Ἀθηναίων τινὸς ἀνάθημα: χρυσέους τ ἐν μέσῳ συσσιτίῳ κρατῆρας ἔστης. ἐν δ ἄκροισι βὰς ποσὶ κῆρυξ ἀνεῖπε τὸν θέλοντ ἐγχωρίων ἐς δαῖτα χωρεῖν. ὡς δ ἐπληρώθη στέγη, στεφάνοισι κοσμηθέντες εὐόχθου βορᾶς ψυχὴν ἐπλήρουν. ὡς δ ἀνεῖσαν ἡδονήν, - παρελθὼν πρέσβυς ἐς μέσον πέδον ἔστη, γέλων δ ἔθηκε συνδείπνοις πολύν, πρόθυμα πράσσων: ἔκ τε γὰρ κρωσσῶν ὕδωρ χεροῖν ἔπεμπε νίπτρα, κἀξεθυμία σμύρνης ἱδρῶτα, χρυσέων τ ἐκπωμάτων ἦρχ, αὐτὸς αὑτῷ τόνδε προστάξας πόνον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION