- 텍스트

Euripides, Ion, episode, lyric 5:

(에우리피데스, Ion, episode, lyric 5:)

τί δῆτα, θύγατερ, τοῦτο σοῖς ἐχθροῖς βλάβος·? Ἐριχθόνιον οἶσθ, ἢ - · τί δ οὐ μέλλεις, γέρον· ὃν πρῶτον ὑμῶν πρόγονον ἐξανῆκε γῆ· τούτῳ δίδωσι Παλλὰς ὄντι νεογόνῳ - τί χρῆμα· μέλλον γάρ τι προσφέρεις ἔπος. δισσοὺς σταλαγμοὺς αἵματος Γοργοῦς ἄπο. ἰσχὺν ἔχοντας τίνα πρὸς ἀνθρώπου φύσιν· τὸν μὲν θανάσιμον, τὸν δ ἀκεσφόρον νόσων. ἐν τῷ καθάψας ἀμφὶ παιδὶ σώματος· χρυσοῖσι δεσμοῖς: ὁ δὲ δίδως ἐμῷ πατρί. κείνου δὲ κατθανόντος ἐς σὲ ἀφίκετο· ναί: κἀπὶ καρπῷ γ αὔτ ἐγὼ χερὸς φέρω. πῶς οὖν κέκρανται δίπτυχον δῶρον θεᾶς· κοίλης μὲν ὅστις φλεβὸς ἀπέσταξεν φόνῳ - τί τῷδε χρῆσθαι· δύνασιν ἐκφέρει τίνα· νόσους ἀπείργει καὶ τροφὰς ἔχει βίου. ὁ δεύτερος δ ἀριθμὸς ὧν λέγεις τί δρᾷ· κτείνει, δρακόντων ἰὸς ὢν τῶν Γοργόνος. ἐς ἓν δὲ κραθέντ αὐτὸν ἢ χωρὶς φορεῖς· χωρίς: κακῷ γὰρ ἐσθλὸν οὐ συμμείγνυται. ὦ φιλτάτη παῖ, πάντ ἔχεις ὅσων σε δεῖ. τούτῳ θανεῖται παῖς: σὺ δ ὁ κτείνων ἔσῃ. ποῦ καὶ τί δράσας· σὸν λέγειν, τολμᾶν δ ἐμόν. ἐν ταῖς Ἀθήναις, δῶμ ὅταν τοὐμὸν μόλῃ. οὐκ εὖ τόδ εἶπας: καὶ σὺ γὰρ τοὐμὸν ψέγεις. πῶς· ἆρ ὑπείδου τοῦθ ὃ κἄμ ἐσέρχεται· σὺ παῖδα δόξεις διολέσαι, κεἰ μὴ κτενεῖς. ὀρθῶς: φθονεῖν γάρ φασι μητρυιὰς τέκνοις. αὐτοῦ νυν αὐτὸν κτεῖν, ἵν ἀρνήσῃ φόνους. προλάζυμαι γοῦν τῷ χρόνῳ τῆς ἡδονῆς. καὶ σόν γε λήσεις πόσιν ἅ σε σπεύδει λαθεῖν. οἶσθ οὖν ὃ δρᾶσον· χειρὸς ἐξ ἐμῆς λαβὼν χρύσωμ Ἀθάνας τόδε, παλαιὸν ὄργανον, ἐλθὼν ἵν ἡμῖν βουθυτεῖ λάθρα πόσις, δείπνων ὅταν λήγωσι καὶ σπονδὰς θεοῖς μέλλωσι λείβειν, ἐν πέπλοις ἔχων τόδε κάθες βαλὼν ἐς πῶμα τῷ νεανίᾳ - ἰδίᾳ δέ, μή τι πᾶσι, χωρίσας ποτὸν τῷ τῶν ἐμῶν μέλλοντι δεσπόζειν δόμων. κἄνπερ διέλθῃ λαιμόν, οὔποθ ἵξεται κλεινὰς Ἀθήνας, κατθανὼν δ αὐτοῦ μενεῖ. σὺ μέν νυν εἴσω προξένων μέθες πόδα: ἡμεῖς δ ἐφ ᾧ τετάγμεθ ἐκπονήσομεν. ἄγ, ὦ γεραιὲ πούς, νεανίας γενοῦ ἔργοισι, κεἰ μὴ τῷ χρόνῳ πάρεστί σοι. ἐχθρὸν δ ἐπ ἄνδρα στεῖχε δεσποτῶν μέτα, καὶ συμφόνευε καὶ συνεξαίρει δόμων. τὴν δ εὐσέβειαν εὐτυχοῦσι μὲν καλὸν τιμᾶν: ὅταν δὲ πολεμίους δρᾶσαι κακῶς θέλῃ τις, οὐδεὶς ἐμποδὼν κεῖται νόμος.?

상위

Ion

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION