- 텍스트

Euripides, Ion, episode, lyric 4:

(에우리피데스, Ion, episode, lyric 4:)

οἴμοι, δόμων σῶν ὄλβος ὡς χειμάζεται.? τί κρᾶτα κρύψας, ὦ γέρον, δακρυρροεῖς· σὲ καὶ πατέρα σὸν δυστυχοῦντας εἰσορῶ. τὰ θνητὰ τοιαῦτ: οὐδὲν ἐν ταὐτῷ μένει. μή νυν ἔτ οἴκτων, θύγατερ, ἀντεχώμεθα. τί γάρ με χρὴ δρᾶν· ἀπορία τὸ δυστυχεῖν. τὸν πρῶτον ἀδικήσαντά ς ἀποτίνου θεόν. καὶ πῶς τὰ κρείσσω θνητὸς οὖς ὑπερδράμω· πίμπρη τὰ σεμνὰ Λοξίου χρηστήρια. δέδοικα: καὶ νῦν πημάτων ἄδην ἔχω. τὰ δυνατά νυν τόλμησον, ἄνδρα σὸν κτανεῖν. αἰδούμεθ εὐνὰς τὰς τόθ ἡνίκ ἐσθλὸς ἦν. νῦν δ ἀλλὰ παῖδα τὸν ἐπὶ σοὶ πεφηνότα. πῶς· εἰ γὰρ εἰή δυνατόν: ὡς θέλοιμί γ ἄν. ξιφηφόρους σοὺς ὁπλίσας ὀπάονας. στείχοιμ ἄν: ἀλλὰ ποῦ γενήσεται τόδε· ἱεραῖσιν ἐν σκηναῖσιν, οὗ θοινᾷ φίλους. ἐπίσημον ὁ φόνος, καὶ τὸ δοῦλον ἀσθενές. ὤμοι, κακίζῃ: φέρε, σὺ νῦν βούλευέ τι. καὶ μὴν ἔχω γε δόλια καὶ δραστήρια. ἀμφοῖν ἂν εἰήν τοῖνδ ὑπηρέτης ἐγώ. ἄκουε τοίνυν: οἶσθα γηγενῆ μάχην· οἶδ, ἣν Φλέγρᾳ Γίγαντες ἔστησαν θεοῖς. ἐνταῦθα Γοργόν ἔτεκε Γῆ, δεινὸν τέρας. ἦ παισὶν αὑτῆς σύμμαχον, θεῶν πόνον· ναί: καί νιν ἔκτειν ἡ Διὸς Παλλὰς θεά. ποῖόν τι μορφῆς σχῆμ ἔχουσαν ἀγρίας· θώρακ ἐχίδνης περιβόλοις ὡπλισμένον. ἆρ οὗτός ἐσθ ὁ μῦθος ὃν κλύω πάλαι· ταύτης Ἀθάναν δέρος ἐπὶ στέρνοις ἔχειν. ἣν αἰγίδ ὀνομάζουσι, Παλλάδος στολήν· τόδ ἔσχεν ὄνομα θεῶν ὅτ ᾖξεν ἐς δόρυ.?

상위

Ion

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION