- 텍스트

Euripides, Ion, episode, lyric 2:

(에우리피데스, Ion, episode, lyric 2:)

ὠή, τὸν Λατοῦς αὐδῶ <ς>, ὅστ ὀμφὰν κληροῖς πρὸς χρυσέους θάκους καὶ γαίας μεσσήρεις ἕδρας, εἰς οὖς αὐδὰν καρύξω:? Ιὢ κακὸς εὐνάτωρ, ὃς τῷ μὲν ἐμῷ νυμφεύτᾳ χάριν οὐ προλαβὼν παῖδ εἰς οἴκους οἰκίζεις: ὁ δ ἐμὸς γενέτας καὶ σός γ, ἀμαθής, οἰωνοῖς ἔρρει συλαθείς, σπάργανα ματέρος ἐξαλλάξας. μισεῖ ς ἁ Δᾶλος καὶ δάφνας ἔρνεα φοίνικα παρ ἁβροκόμαν, ἔνθα λοχεύματα σέμν ἐλοχεύσατο Λατὼ Δίοισί σε καρποῖς.?

상위

Ion

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION