- 텍스트

Euripides, Ion, episode, iambic 3:

(에우리피데스, Ion, episode, iambic 3:)

καὶ τῶνδ ἁπάντων ἔσχατον πείσῃ κακόν:? ἀμήτορ, ἀναρίθμητον, ἐκ δούλης τινὸς γυναικός, ἐς σὸν δῶμα δεσπότην ἄγειν. ἁπλοῦν ἂν ἦν γὰρ τὸ κακόν, εἰ παρ εὐγενοῦς μητρός, πιθών σε, σὴν λέγων ἀπαιδίαν, ἐσῴκις οἴκους: εἰ δὲ σοὶ τόδ ἦν πικρόν, τῶν Αἰόλου νιν χρῆν ὀρεχθῆναι γάμων. ἐκ τῶνδε δεῖ σε δὴ γυναικεῖόν τι δρᾶν: ἢ γὰρ ξίφος λαβοῦσαν ἢ δόλῳ τινὶ ἢ φαρμάκοισι σὸν κατακτεῖναι πόσιν καὶ παῖδα, πρὶν σοὶ θάνατον ἐκ κείνων μολεῖν. εἰ γάρ γ ὑφήσεις τοῦδ, ἀπαλλάξῃ βίου. δυοῖν γὰρ ἐχθροῖν εἰς ἓν ἐλθόντοιν στέγος, ἢ θάτερον δεῖ δυστυχεῖν ἢ θάτερον. ἐγὼ μὲν οὖν σοι καὶ συνεκπονεῖν θέλω, καὶ συμφονεύειν παῖδ ἐπεισελθὼν δόμους οὗ δαῖθ ὁπλίζει, καὶ τροφεῖα δεσπόταις ἀποδοὺς θανεῖν τε ζῶν τε φέγγος εἰσορᾶν. ἓν γάρ τι τοῖς δούλοισιν αἰσχύνην φέρει, τοὔνομα: τὰ δ ἄλλα πάντα τῶν ἐλευθέρων οὐδὲν κακίων δοῦλος, ὅστις ἐσθλὸς ᾖ. κἀγώ, φίλη δέσποινα, συμφορὰν θέλω κοινουμένη τήνδ ἢ θανεῖν ἢ ζῆν καλῶς.?

상위

Ion

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION