호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κείνῳ μέν, ὦ γεραιέ, παῖδα Λοξίας ἔδωκεν, ἰδίᾳ δ εὐτυχεῖ ταύτης δίχα.? τόδ ἐπὶ τῷδε κακὸν ἄκρον ἔλακες ἄχος ἐμοὶ στένειν. πότερα δὲ φῦναι δεῖ γυναικὸς ἔκ τινος τὸν παῖδ ὃν εἶπας, ἢ γεγῶτ ἐθέσπισεν· ἤδη πεφυκότ ἐκτελῆ νεανίαν δίδωσιν αὐτῷ Λοξίας: παρῆ δ ἐγώ. πῶς φῄς· ἄφατον ἄφατον ἀναύδητον λόγον ἐμοὶ θροεῖς. κἄμοιγε. πῶς δ ὁ χρησμὸς ἐκπεραίνεται, σαφέστερόν μοι φράζε, χὥστις ἔσθ ὁ παῖς. ὅτῳ ξυναντήσειεν ἐκ θεοῦ συθεὶς πρώτῳ πόσις σός, παῖδ ἔδωκ αὐτῷ θεός. ὀττοτοττοτοῖ: τὸν δ ἐμὸν ἄτεκνον ἄτεκνον ἔλακεν ἄρα βίοτον· ἐρημίᾳ δ ὀρφανοὺς δόμους οἰκήσω. τίς οὖν ἐχρήσθη· τῷ συνῆψ ἴχνος ποδὸς πόσις ταλαίνης· πῶς δὲ ποῦ νιν εἰσιδών· οἶσθ, ὦ φίλη δέσποινα, τὸν νεανίαν ὃς τόνδ ἔσαιρε ναόν· οὗτος ἔσθ ὁ παῖς. ἀν ὑγρὸν ἀμπταίην αἰθέρα πόρσω γαί- ας Ἑλλανίας, ἀστέρας ἑσπέρους, οἱο῀ν οἱο῀ν ἄλγος ἔπαθον, φίλαι. ὄνομα δὲ ποῖον αὐτὸν ὀνομάζει πατήρ· οἶσθ, ἢ σιωπῇ τοῦτ ἀκύρωτον μένει· Ιὤν, ἐπείπερ πρῶτος ἤντησεν πατρί. μητρὸς δ ὁποίας ἐστὶν - οὐκ ἔχω φράσαι. φροῦδος δ - ἵν εἰδῇς πάντα τἀπ ἐμοῦ, γέρον - παιδὸς προθύσων ξένια καὶ γενέθλια σκηνὰς ἐς ἱερὰς τῆσδε λαθραίως πόσις, κοινὴν ξυνάψων δαῖτα παιδὶ τῷ νέῳ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기