- 텍스트

Euripides, Heracles, episode

(에우리피데스, Heracles, episode)

ἐς καιρὸν οἴκων Ἀμφιτρύων ἔξω περᾷ:? χρόνος γὰρ ἤδη δαρὸς ἐξ ὅτου πέπλοις κοσμεῖσθε σῶμα καὶ νεκρῶν ἀγάλμασιν. ἀλλ εἰᾶ, παῖδας καὶ δάμαρθ Ἡρακλέους ἔξω κέλευε τῶνδε φαίνεσθαι δόμων, ἐφ οἷς ὑπέστητ αὐτεπάγγελτοι θανεῖν. ἄναξ, διώκεις μ ἀθλίως πεπραγότα ὕβριν θ ὑβρίζεις ἐπὶ θανοῦσι τοῖς ἐμοῖς: ἃ χρῆν σε μετρίως, κεἰ κρατεῖς, σπουδὴν ἔχειν. ἐπεὶ δ ἀνάγκην προστίθης ἡμῖν θανεῖν, στέργειν ἀνάγκη: δραστέον δ ἃ σοὶ δοκεῖ. ποῦ δῆτα Μεγάρα· ποῦ τέκν Ἀλκμήνης γόνου· δοκῶ μὲν αὐτήν, ὡς θύραθεν εἰκάσαι - τί χρῆμα δόξης· τοῦ δ ἔχεις τεκμήριον· ἱκέτιν πρὸς ἁγνοῖς Ἑστίας θάσσειν βάθροις . . . ἀνόνητά γ ἱκετεύουσαν ἐκσῷσαι βίον. καὶ τὸν θανόντα γ ἀνακαλεῖν μάτην πόσιν. ὃ δ οὐ πάρεστιν οὐδὲ μὴ μόλῃ ποτέ. οὔκ, εἴ γε μή τις θεῶν ἀναστήσειέ νιν. χώρει πρὸς αὐτὴν κἀκκόμιζε δωμάτων. μέτοχος ἂν εἰήν τοῦ φόνου δράσας τόδε. ἡμεῖς, ἐπειδὴ σοὶ τόδ ἔστ ἐνθύμιον, οἱ δειμάτων ἔξωθεν ἐκπορεύσομεν σὺν μητρὶ παῖδας. δεῦρ ἕπεσθε, πρόσπολοι, ὡς ἂν σχολὴν λύσωμεν ἄσμενοι πόνων. σὺ δ οὖν ἴθ, ἔρχῃ δ οἷ χρεών: τὰ δ ἄλλ ἴσως ἄλλῳ μελήσει. προσδόκα δὲ δρῶν κακῶς κακόν τι πράξειν. ὦ γέροντες, ἐς καλὸν στείχει, βρόχοισι δ ἀρκύων γενήσεται ξιφηφόροισι, τοὺς πέλας δοκῶν κτενεῖν ὁ παγκάκιστος. εἶμι δ, ὡς ἴδω νεκρὸν πίπτοντ: ἔχει γὰρ ἡδονὰς θνῄσκων ἀνὴρ ἐχθρὸς τίνων τε τῶν δεδραμένων δίκην.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION