- 텍스트

Euripides, Heracles, episode

(에우리피데스, Heracles, episode)

ἀλλ εἰσορῶ γὰρ τῆσδε κοίρανον χθονὸς Λύκον περῶντα τῶνδε δωμάτων πέλας.? τὸν Ἡράκλειον πατέρα καὶ ξυνάορον, εἰ χρή μ, ἐρωτῶ: χρὴ δ, ἐπεί γε δεσπότης ὑμῶν καθέστηχ, ἱστορεῖν ἃ βούλομαι. τίν ἐς χρόνον ζητεῖτε μηκῦναι βίον· τίν ἐλπίδ ἀλκήν τ εἰσορᾶτε μὴ θανεῖν· ἢ τὸν παρ Αἵδῃ πατέρα τῶνδε κείμενον πιστεύεθ ἥξειν· ὡς ὑπὲρ τὴν ἀξίαν τὸ πένθος αἴρεσθ, εἰ θανεῖν ὑμᾶς χρεών, σὺ μὲν καθ Ἑλλάδ ἐκβαλὼν κόμπους κενούς, ὡς σύγγαμός σοι Ζεὺς τέκ<νου τε κ>οινεών, σὺ δ ὡς ἀρίστου φωτὸς ἐκλήθης δάμαρ. τί δὴ τὸ σεμνὸν σῷ κατείργασται πόσει, ὕδραν ἕλειον εἰ διώλεσε κτανὼν ἢ τὸν Νέμειον θῆρα· ὃν ἐν βρόχοις ἑλὼν βραχίονός φης ἀγχόναισιν ἐξελεῖν. τοῖσδ ἐξαγωνίζεσθε· τῶνδ ἄρ οὕνεκα τοὺς Ἡρακλείους παῖδας οὐ θνῄσκειν χρεών· ὃς ἔσχε δόξαν οὐδὲν ὢν εὐψυχίας θηρῶν ἐν αἰχμῇ, τἄλλα δ οὐδὲν ἄλκιμος, ὃς οὔποτ ἀσπίδ ἔσχε πρὸς λαιᾷ χερὶ οὐδ ἦλθε λόγχης ἐγγύς, ἀλλὰ τόξ ἔχων, κάκιστον ὅπλον, τῇ φυγῇ πρόχειρος ἦν. ἀνδρὸς δ ἔλεγχος οὐχὶ τόξ εὐψυχίας, ἀλλ ὃς μένων βλέπει τε κἀντιδέρκεται δορὸς ταχεῖαν ἄλοκα τάξιν ἐμβεβώς. ἔχει δὲ τοὐμὸν οὐκ ἀναίδειαν, γέρον, ἀλλ εὐλάβειαν: οἶδα γὰρ κατακτανὼν Κρέοντα πατέρα τῆσδε καὶ θρόνους ἔχων. οὔκουν τραφέντων τῶνδε τιμωροὺς ἐμοὺς χρῄζω λιπέσθαι τῶν δεδραμένων δίκην. τῷ τοῦ Διὸς μὲν Ζεὺς ἀμυνέτω μέρει παιδός: τὸ δ εἰς ἔμ, Ἡράκλεις, ἐμοὶ μέλει λόγοισι τὴν τοῦδ ἀμαθίαν ὑπὲρ σέθεν δεῖξαι: κακῶς γάρ ς οὐκ ἐατέον κλύειν. πρῶτον μὲν οὖν τἄρρητ - ἐν ἀρρήτοισι γὰρ τὴν σὴν νομίζω δειλίαν, Ἡράκλεες - σὺν μάρτυσιν θεοῖς δεῖ μ ἀπαλλάξαι σέθεν. Διὸς κεραυνόν τ ἠρόμην τέθριππά τε, ἐν οἷς βεβηκὼς τοῖσι γῆς βλαστήμασιν Γίγασι πλευροῖς πτήν ἐναρμόσας βέλη τὸν καλλίνικον μετὰ θεῶν ἐκώμασεν: τετρασκελές θ ὕβρισμα, Κενταύρων γένος, Φολόην ἐπελθών, ὦ κάκιστε βασιλέων, ἐροῦ τίν ἄνδρ ἄριστον ἐγκρίνειαν ἄν, ἢ οὐ παῖδα τὸν ἐμόν, ὃν σὺ φῂς εἶναι δοκεῖν. Δίρφυν τ ἐρωτῶν ἥ ς ἔθρεψ Ἀβαντίδα . . . οὐκ ἄν ς ἐπαινέσειεν: οὐ γὰρ ἔσθ ὅπου ἐσθλόν τι δράσας μάρτυρ ἂν λάβοις πάτραν. τὸ πάνσοφον δ εὑρ´ημα, τοξήρη σαγήν, μέμφῃ: κλύων νῦν τἀπ ἐμοῦ σοφὸς γενοῦ. ἀνὴρ ὁπλίτης δοῦλός ἐστι τῶν ὅπλων καὶ τοῖσι συνταχθεῖσιν οὖσι μὴ ἀγαθοῖς αὐτὸς τέθνηκε δειλίᾳ τῇ τῶν πέλας, θραύσας τε λόγχην οὐκ ἔχει τῷ σώματι θάνατον ἀμῦναι, μίαν ἔχων ἀλκὴν μόνον: ὅσοι δὲ τόξοις χεῖρ ἔχουσιν εὔστοχον, ἓν μὲν τὸ λῷστον, μυρίους οἰστοὺς ἀφεὶς ἄλλοις τὸ σῶμα ῥύεται μὴ κατθανεῖν, ἑκὰς δ ἀφεστὼς πολεμίους ἀμύνεται τυφλοῖς ὁρῶντας οὐτάσας τοξεύμασιν τὸ σῶμά τ οὐ δίδωσι τοῖς ἐναντίοις, ἐν εὐφυλάκτῳ δ ἐστί: τοῦτο δ ἐν μάχῃ σοφὸν μάλιστα, δρῶντα πολεμίους κακῶς σῴζειν τὸ σῶμα, μὴ κ τύχης ὡρμισμένον. λόγοι μὲν οἵδε τοῖσι σοῖς ἐναντίαν γνώμην ἔχουσι τῶν καθεστώτων πέρι. παῖδας δὲ δὴ τί τούσδ ἀποκτεῖναι θέλεις· τί ς οἵδ ἔδρασαν· ἕν τί ς ἡγοῦμαι σοφόν, εἰ τῶν ἀρίστων τἄκγον αὐτὸς ὢν κακὸς δέδοικας. ἀλλὰ τοῦθ ὅμως ἡμῖν βαρύ, εἰ δειλίας σῆς κατθανούμεθ εἵνεκα, ὃ χρῆν ς ὑφ ἡμῶν τῶν ἀμεινόνων παθεῖν, εἰ Ζεὺς δικαίας εἶχεν εἰς ἡμᾶς φρένας. εἰ δ οὖν ἔχειν γῆς σκῆπτρα τῆσδ αὐτὸς θέλεις, ἐάσον ἡμᾶς φυγάδας ἐξελθεῖν χθονός: βίᾳ δὲ δράσῃς μηδέν, ἢ πείσῃ βίαν, ὅταν θεοῦ σοι πνεῦμα μεταβαλὸν τύχῃ. φεῦ:

ὦ γαῖα Κάδμου: καὶ γὰρ ἐς σὲ ἀφίξομαι λόγους ὀνειδιστῆρας ἐνδατούμενος: τοιαῦτ ἀμύνεθ Ἡρακλεῖ τέκνοισί τε· ὃς εἷς Μινύαισι πᾶσι διὰ μάχης μολὼν Θήβαις ἔθηκεν ὄμμ ἐλεύθερον βλέπειν. οὐδ Ἑλλάδ ᾔνες - οὐδ ἀνέξομαί ποτε σιγῶν - κακίστην λαμβάνων ἐς παῖδ ἐμόν, ἣν χρῆν νεοσσοῖς τοῖσδε πῦρ λόγχας ὅπλα φέρουσαν ἐλθεῖν, ποντίων καθαρμάτων χέρσου τ ἀμοιβάς - ὧν ἐμόχθησας χάριν. τὰ δ, ὦ τέκν, ὑμῖν οὔτε Θηβαίων πόλις οὔθ Ἑλλὰς ἀρκεῖ: πρὸς δ ἔμ ἀσθενῆ φίλον δεδόρκατ, οὐδὲν ὄντα πλὴν γλώσσης ψόφον. ῥώμη γὰρ ἐκλέλοιπεν ἣν πρὶν εἴχομεν, γήρᾳ δὲ τρομερὰ γυῖα κἀμαυρὸν σθένος. εἰ δ ἦ νέος τε κἄτι σώματος κρατῶν, λαβὼν ἂν ἔγχος τοῦδε τοὺς ξανθοὺς πλόκους καθῃμάτως ἄν, ὥστ Ἀτλαντικῶν πέραν φεύγειν ὁρ´ων ἂν δειλίᾳ τοὐμὸν δόρυ. ἆρ οὐκ ἀφορμὰς τοῖς λόγοισιν ἁγαθοὶ θνητῶν ἔχουσι, κἂν βραδύς τις ᾖ λέγειν· σὺ μὲν λέγ ἡμᾶς οἷς πεπύργωσαι λόγοις, ἐγὼ δὲ δράσω ς ἀντὶ τῶν λόγων κακῶς. ἄγ, οἳ μὲν Ἑλικῶν, οἳ δὲ Παρνασοῦ πτυχὰς τέμνειν ἄνωχθ ἐλθόντες ὑλουργοὺς δρυὸς κορμούς: ἐπειδὰν δ ἐσκομισθῶσιν πόλει, βωμὸν πέριξ νήσαντες ἀμφήρη ξύλα ἐμπίμπρατ αὐτῶν καὶ πυροῦτε σώματα πάντων, ἵν εἰδῶς οὕνεκ οὐχ ὁ κατθανὼν κρατεῖ χθονὸς τῆσδ, ἀλλ ἐγὼ τὰ νῦν τάδε. ὑμεῖς δέ, πρέσβεις, ταῖς ἐμαῖς ἐναντίοι γνώμαισιν ὄντες, οὐ μόνον στενάξετε τοὺς Ἡρακλείους παῖδας, ἀλλὰ καὶ δόμου τύχας, ὅταν πάσχῃ τι, μεμνήσεσθε δὲ δοῦλοι γεγῶτες τῆς ἐμῆς τυραννίδος. - ὦ γῆς λοχεύμαθ, οὓς Ἄρης σπείρει ποτὲ λάβρον δράκοντος ἐξερημώσας γένυν, οὐ σκῆπτρα, χειρὸς δεξιᾶς ἐρείσματα, ἀρεῖτε καὶ τοῦδ ἀνδρὸς ἀνόσιον κάρα καθαιματώσεθ, ὅστις οὐ Καδμεῖος ὢν ἄρχει κάκιστος τῶν νέων ἔπηλυς ὤν·

ἀλλ οὐκ ἐμοῦ γε δεσπόσεις χαίρων ποτέ. - οὐδ ἁπόνησα πόλλ ἐγὼ καμὼν χερὶ ἕξεις. ἀπέρρων δ ἔνθεν ἦλθες ἐνθάδε, ὕβριζ. ἐμοῦ γὰρ ζῶντος οὐ κτενεῖς ποτε τοὺς Ἡρακλείους παῖδας. οὐ τοσόνδε γῆς ἔνερθ ἐκεῖνος κρύπτεται λιπὼν τέκνα. - ἐπεὶ σὺ μὲν γῆν τήνδε διολέσας ἔχεις, ὃ δ ὠφελήσας ἀξίων οὐ τυγχάνει. - κἄπειτα πράσσω πόλλ ἐγώ, φίλους ἐμοὺς θανόντας εὖ δρῶν, οὗ φίλων μάλιστα δεῖ· - ὦ δεξιὰ χείρ, ὡς ποθεῖς λαβεῖν δόρυ, ἐν δ ἀσθενείᾳ τὸν πόθον διώλεσας. ἐπεί ς ἔπαυς ἂν δοῦλον ἐννέποντά με καὶ τάσδε Θήβας εὐκλεῶς ᾠκήσαμεν. ἐν αἷς σὺ χαίρεις: οὐ γὰρ εὖ φρονεῖ πόλις στάσει νοσοῦσα καὶ κακοῖς βουλεύμασιν. οὐ γάρ ποτ ἂν σὲ δεσπότην ἐκτήσατο. γέροντες, αἰνῶ:

τῶν φίλων γὰρ οὕνεκα ὀργὰς δικαίας τοὺς φίλους ἔχειν χρεών: ἡμῶν δ ἕκατι δεσπόταις θυμούμενοι πάθητε μηδέν. τῆς δ ἐμῆς, Ἀμφιτρύων, γνώμης ἄκουσον, ἤν τί σοι δοκῶ λέγειν. ἐγὼ φιλῶ μὲν τέκνα: πῶς γὰρ οὐ φιλῶ ἅτικτον, ἁμόχθησα· καὶ τὸ κατθανεῖν δεινὸν νομίζω: τῷ δ ἀναγκαίῳ τρόπῳ ὃς ἀντιτείνει σκαιὸν ἡγοῦμαι βροτόν. ἡμᾶς δ, ἐπειδὴ δεῖ θανεῖν, θνῄσκειν χρεὼν μὴ πυρὶ καταξανθέντας, ἐχθροῖσιν γέλων διδόντας, οὑμοὶ τοῦ θανεῖν μεῖζον κακόν. ὀφείλομεν γὰρ πολλὰ δώμασιν καλά: σὲ μὲν δόκησις ἔλαβεν εὐκλεὴς δορός, ὥστ οὐκ ἀνεκτὸν δειλίας θανεῖν ς ὕπο: οὑμὸς δ ἀμαρτύρητος εὐκλεὴς πόσις, ὡς τούσδε παῖδας οὐκ ἂν ἐκσῶσαι θέλοι δόξαν κακὴν λαβόντας: οἱ γὰρ εὐγενεῖς κάμνουσι τοῖς αἰσχροῖσι τῶν τέκνων ὕπερ, ἐμοί τε μίμημ ἀνδρὸς οὐκ ἀπωστέον. σκέψαι δὲ τὴν σὴν ἐλπίδ ᾗ λογίζομαι: ἥξειν νομίζεις παῖδα σὸν γαίας ὕπο· καὶ τίς θανόντων ἦλθεν ἐξ Αἵδου πάλιν· ἀλλ ὡς λόγοισι τόνδε μαλθάξαιμεν ἄν· ἥκιστα: φεύγειν σκαιὸν ἄνδρ ἐχθρὸν χρεών, σοφοῖσι δ εἴκειν καὶ τεθραμμένοις καλῶς: ῥᾷον γὰρ αἰδοῦς ὑπολαβὼν φίλ ἂν τέμοις. ἤδη δ ἐσῆλθέ μ εἰ παραιτησαίμεθα φυγὰς τέκνων τῶνδ: ἀλλὰ καὶ τόδ ἄθλιον, πενίᾳ σὺν οἰκτρᾷ περιβαλεῖν σωτηρίαν: ὡς τὰ ξένων πρόσωπα φεύγουσιν φίλοις ἓν ἦμαρ ἡδὺ βλέμμ ἔχειν φασὶν μόνον. τόλμα μεθ ἡμῶν θάνατον, ὃς μένει ς ὅμως. προκαλούμεθ εὐγένειαν, ὦ γέρον, σέθεν: τὰς τῶν θεῶν γὰρ ὅστις ἐκμοχθεῖ τύχας, πρόθυμός ἐστιν, ἡ προθυμία δ ἄφρων: ὃ χρὴ γὰρ οὐδεὶς μὴ χρεὼν θήσει ποτέ. εἰ μὲν σθενόντων τῶν ἐμῶν βραχιόνων ἦν τίς ς ὑβρίζων, ῥᾳδίως ἐπαύσατ ἄν: νῦν δ οὐδέν ἐσμεν. σὸν δὲ τοὐντεῦθεν σκοπεῖν ὅπως διώσῃ τὰς τύχας, Ἀμφιτρύων. οὔτοι τὸ δειλὸν οὐδὲ τοῦ βίου πόθος θανεῖν ἐρύκει μ, ἀλλὰ παιδὶ βούλομαι σῷσαι τέκν:

ἄλλως δ ἀδυνάτων ἐοίκ ἐρᾶν. ἰδοὺ πάρεστιν ἥδε φασγάνῳ δέρη κεντεῖν φονεύειν, ἱέναι πέτρας ἄπο. μίαν δὲ νῷν δὸς χάριν, ἄναξ, ἱκνούμεθα: κτεῖνόν με καὶ τήνδ ἀθλίαν παίδων πάρος, ὡς μὴ τέκν εἰσίδωμεν, ἀνόσιον θέαν, ψυχορραγοῦντα καὶ καλοῦντα μητέρα πατρός τε πατέρα. τἄλλα δ, εἰ πρόθυμος εἶ, πρᾶσς: οὐ γὰρ ἀλκὴν ἔχομεν ὥστε μὴ θανεῖν. κἀγώ ς ἱκνοῦμαι χάριτι προσθεῖναι χάριν, <ἡμῖν> ἵν ἀμφοῖν εἷς ὑπουργήσῃς διπλᾶ: κόσμον πάρες μοι παισὶ προσθεῖναι νεκρῶν, δόμους ἀνοίξας - νῦν γὰρ ἐκκεκλῄμεθα - ὡς ἀλλὰ ταῦτά γ ἀπολάχως οἴκων πατρός. ἔσται τάδ: οἴγειν κλῇθρα προσπόλοις λέγω. κοσμεῖσθ ἔσω μολόντες: οὐ φθονῶ πέπλων. ὅταν δὲ κόσμον περιβάλησθε σώμασιν, ἥξω πρὸς ὑμᾶς νερτέρᾳ δώσων χθονί. ὦ τέκν, ὁμαρτεῖτ ἀθλίῳ μητρὸς ποδὶ πατρῷον ἐς μέλαθρον, οὗ τῆς οὐσίας ἄλλοι κρατοῦσι, τὸ δ ὄνομ ἔσθ ἡμῶν ἔτι. ὦ Ζεῦ, μάτην ἄρ ὁμόγαμόν ς ἐκτησάμην, μάτην δὲ παιδὸς κοινεῶν ἐκλῄζομεν: σὺ δ ἦσθ ἄρ ἥσσων ἢ δόκεις εἶναι φίλος. ἀρετῇ σε νικῶ θνητὸς ὢν θεὸν μέγαν: παῖδας γὰρ οὐ προύδωκα τοὺς Ἡρακλέους. σὺ δ ἐς μὲν εὐνὰς κρύφιος ἠπίστω μολεῖν, τἀλλότρια λέκτρα δόντος οὐδενὸς λαβών, σῴζειν δὲ τοὺς σοὺς οὐκ ἐπίστασαι φίλους. ἀμαθής τις εἶ θεός, ἢ δίκαιος οὐκ ἔφυς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION