호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τίς τὸν Διὸς σύλλεκτρον οὐκ οἶδεν βροτῶν, Ἀργεῖον Ἀμφιτρύων, ὃν Ἀλκαῖός ποτε ἔτιχθ ὁ Περσέως, πατέρα τόνδ Ἡρακλέους·? ὃς τάσδε Θήβας ἔσχον, ἔνθ ὁ γηγενὴς σπαρτῶν στάχυς ἔβλαστεν, ὧν γένους Ἄρης ἔσως ἀριθμὸν ὀλίγον, οἳ Κάδμου πόλιν τεκνοῦσι παίδων παισίν. ἔνθεν ἐξέφυ Κρέων Μενοικέως παῖς, ἄναξ τῆσδε χθονός. Κρέων δὲ Μεγάρας τῆσδε γίγνεται πατήρ, ἣν πάντες ὑμεναίοισι Καδμεῖοί ποτε λωτῷ συνηλάλαξαν, ἡνίκ εἰς ἐμοὺς δόμους ὁ κλεινὸς Ἡρακλῆς νιν ἤγετο. λιπὼν δὲ Θήβας, οὗ κατῳκίσθην ἐγώ, Μεγάραν τε τήνδε πενθερούς τε παῖς ἐμὸς Ἀργεῖα τείχη καὶ Κυκλωπίαν πόλιν ὠρέξατ οἰκεῖν, ἣν ἐγὼ φεύγω κτανὼν Ἠλεκτρύωνα: συμφορὰς δὲ τὰς ἐμὰς ἐξευμαρίζων καὶ πάτραν οἰκεῖν θέλων, καθόδου δίδωσι μισθὸν Εὐρυσθεῖ μέγαν, ἐξημερῶσαι γαῖαν, εἴθ Ἥρας ὕπο κέντροις δαμασθεὶς εἴτε τοῦ χρεὼν μέτα. καὶ τοὺς μὲν ἄλλους ἐξεμόχθησεν πόνους, τὸ λοίσθιον δὲ Ταινάρου διὰ στόμα βέβηκ ἐς Αἵδου, τὸν τρισώματον κύνα ἐς φῶς ἀνάξων, ἔνθεν οὐχ ἥκει πάλιν. γέρων δὲ δή τις ἔστι Καδμείων λόγος ὡς ἦν πάρος Δίρκης τις εὐνήτωρ Λύκος τὴν ἑπτάπυργον τήνδε δεσπόζων πόλιν, τὼ λευκοπώλω πρὶν τυραννῆσαι χθονὸς Ἀμφίον ἠδὲ Ζῆθον, ἐκγόνω Διός.
ἧς μήποθ ὅστις καὶ μέσως εὔνους ἐμοὶ τύχοι, φίλων ἔλεγχον ἀψευδέστατον. οὗ ταὐτὸν ὄνομα παῖς πατρὸς κεκλημένος, Καδμεῖος οὐκ ὤν, ἀλλ ἀπ Εὐβοίας μολών, κτείνει Κρέοντα καὶ κτανὼν ἄρχει χθονός, στάσει νοσοῦσαν τήνδ ἐπεσπεσὼν πόλιν. ἡμῖν δὲ κῆδος ἐς Κρέοντ ἀνημμένον κακὸν μέγιστον, ὡς ἐοίκε, γίγνεται. τοὐμοῦ γὰρ ὄντος παιδὸς ἐν μυχοῖς χθονὸς ὁ καινὸς οὗτος τῆσδε γῆς ἄρχων Λύκος τοὺς Ἡρακλείους παῖδας ἐξελεῖν θέλει κτανὼν δάμαρτά <θ>, ὡς φόνῳ σβέσῃ φόνον, κἄμ - εἴ τι δὴ χρὴ κἄμ ἐν ἀνδράσιν λέγειν γέροντ ἀχρεῖον - μή ποθ οἵδ ἠνδρωμένοι μήτρωσιν ἐκπράξωσιν αἵματος δίκην. ἐγὼ δέ - λείπει γάρ με τοῖσδ ἐν δώμασιν τροφὸν τέκνων οἰκουρόν, ἡνίκα χθονὸς μέλαιναν ὄρφνην εἰσέβαινε, παῖς ἐμός - σὺν μητρί, τέκνα μὴ θάνως Ἡρακλέους, βωμὸν καθίζω τόνδε σωτῆρος Διός, ὃν καλλινίκου δορὸς ἄγαλμ ἱδρύσατο Μινύας κρατήσας οὑμὸς εὐγενὴς τόκος. πάντων δὲ χρεῖοι τάσδ ἕδρας φυλάσσομεν, σίτων ποτῶν ἐσθῆτος, ἀστρώτῳ πέδῳ πλευρὰς τιθέντες: ἐκ γὰρ ἐσφραγισμένοι δόμων καθήμεθ ἀπορίᾳ σωτηρίας. φίλων δὲ τοὺς μὲν οὐ σαφεῖς ὁρῶ φίλους, οἳ δ ὄντες ὀρθῶς ἀδύνατοι προσωφελεῖν. τοιοῦτον ἀνθρώποισιν ἡ δυσπραξία: ὦ πρέσβυ, Ταφίων ὅς ποτ ἐξεῖλες πόλιν στρατηλατήσας κλεινὰ Καδμείων δορός, ὡς οὐδὲν ἀνθρώποισι τῶν θείων σαφές.
ἐγὼ γὰρ οὔτ ἐς πατέρ ἀπηλάθην τύχης, ὃς οὕνεκ ὄλβου μέγας ἐκομπάσθη ποτέ, ἔχων τυραννίδ, ἧς μακραὶ λόγχαι πέρι πηδῶς ἔρωτι σώματ εἰς εὐδαίμονα, ἔχων δὲ τέκνα: κἄμ ἔδωκε παιδὶ σῷ ἐπίσημον εὐνὴν Ἡρακλεῖ συνοικίσας. καὶ νῦν ἐκεῖνα μὲν θανόντ ἀνέπτατο, ἐγὼ δὲ καὶ σὺ μέλλομεν θνῄσκειν, γέρον, οἵ θ Ἡράκλειοι παῖδες, οὓς ὑπὸ πτεροῖς σῴζω νεοσσοὺς ὄρνις ὣς ὑφειμένη. οἳ δ εἰς ἔλεγχον ἄλλος ἄλλοθεν πίτνων, Ὦ μῆτερ, αὐδᾷ, ποῖ πατὴρ ἄπεστι γῆς· τί δρᾷ, πόθ ἥξει· τῷ νέῳ δ ἐσφαλμένοι ζητοῦσι τὸν τεκόντ: ἐγὼ δὲ διαφέρω λόγοισι, μυθεύουσα. θαυμάζων δ ὅταν πύλαι ψοφῶσι, πᾶς ἀνίστησιν πόδα, ὡς πρὸς πατρῷον προσπεσούμενοι γόνυ. νῦν οὖν τίν ἐλπίδ ἢ πέδον σωτηρίας ἐξευμαρίζῃ, πρέσβυ· πρὸς σὲ γὰρ βλέπω. ὡς οὔτε γαίας ὁρ´ι ἂν ἐκβαῖμεν λάθρᾳ: φυλακαὶ γὰρ ἡμῶν κρείσσονες κατ ἐξόδους: οὔτ ἐν φίλοισιν ἐλπίδες σωτηρίας ἔτ εἰσὶν ἡμῖν. ἥντιν οὖν γνώμην ἔχεις λέγ ἐς τὸ κοινόν, μὴ θανεῖν ἕτοιμον ᾖ. ὦ θύγατερ, οὔτοι ῥᾴδιον τὰ τοιάδε φαύλως παραινεῖν, σπουδάσαντ ἄνευ πόνου: χρόνον δὲ μηκύνωμεν ὄντες ἀσθενεῖς. λύπης τι προσδεῖς ἢ φιλεῖς οὕτω φάος· καὶ τῷδε χαίρω καὶ φιλῶ τὰς ἐλπίδας. κἀγώ: δοκεῖν δὲ τἀδόκητ οὐ χρή, γέρον. ἐν ταῖς ἀναβολαῖς τῶν κακῶν ἔνεστ ἄκη. ὁ δ ἐν μέσῳ με λυπρὸς ὢν δάκνει χρόνος. ἔτ ἂν γένοιτ, ὦ θύγατερ, οὔριος δρόμος ἐκ τῶν παρόντων τῶνδ ἐμοὶ καὶ σοὶ κακῶν, ἔλθοι τ ἔτ ἂν παῖς οὑμός, εὐνήτωρ δὲ σός. ἀλλ ἡσύχαζε καὶ δακρυρρόους τέκνων πηγὰς ἀφαίρει καὶ παρευκήλει λόγοις, κλέπτουσα μύθοις ἀθλίους κλοπὰς ὅμως. κάμνουσι γάρ τοι καὶ βροτῶν αἱ συμφοραί, καὶ πνεύματ ἀνέμων οὐκ ἀεὶ ῥώμην ἔχει: οἵ τ εὐτυχοῦντες διὰ τέλους οὐκ εὐτυχεῖς. ἐξίσταται γὰρ πάντ ἀπ ἀλλήλων δίχα. οὗτος δ ἀνὴρ ἄριστος ὅστις ἐλπίσι πέποιθεν αἰεί: τὸ δ ἀπορεῖν ἀνδρὸς κακοῦ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기