- 텍스트

Euripides, Helen, episode 1:

(에우리피데스, Helen, episode 1:)

χώρει σὺ καὶ ναῦν τοῖσδε πεντηκόντορον Σιδωνίαν δὸς κἀρετμῶν ἐπιστάτας.? οὔκουν ὅδ ἄρξει ναὸς ὃς κοσμεῖ τάφον· μάλιστ: ἀκούειν τοῦδε χρὴ ναύτας ἐμούς. αὖθις κέλευσον, ἵνα σαφῶς μάθωσί σου. αὖθις κελεύω καὶ τρίτον γ, εἴ σοι φίλον. ὄναιο: κἀγὼ τῶν ἐμῶν βουλευμάτων. μή νυν ἄγαν σὸν δάκρυσιν ἐκτήξῃς χρόα. ἥδ ἡμέρα σοι τὴν ἐμὴν δείξει χάριν. τὰ τῶν θανόντων οὐδέν, ἀλλ ἄλλως πόνος. ἔστιν τι κἀκεῖ κἀνθάδ ὧν ἐγὼ λέγω. οὐδὲν κακίω Μενέλεώ μ ἕξεις πόσιν. οὐδὲν σὺ μεμπτός: τῆς τύχης με δεῖ μόνον. ἐν σοὶ τόδ, ἢν σὴν εἰς ἔμ εὔνοιαν διδῷς. οὐ νῦν διδαξόμεσθα τοὺς φίλους φιλεῖν. βούλῃ ξυνεργῶν αὐτὸς ἐκπέμψω στόλον· ἥκιστα: μὴ δούλευε σοῖς δούλοις, ἄναξ. ἀλλ εἰᾶ: τοὺς μὲν Πελοπιδῶν ἐῶ νόμους: καθαρὰ γὰρ ἡμῖν δώματ: οὐ γὰρ ἐνθάδε ψυχὴν ἀφῆκε Μενέλεως: ἴτω δέ τις φράσων ὑπάρχοις τοῖς ἐμοῖς φέρειν γάμων ἀγάλματ οἴκους εἰς ἐμούς: πᾶσαν δὲ χρὴ γαῖαν βοᾶσθαι μακαρίαις ὑμνῳδίαις ὑμέναιον Ἑλένης κἀμόν, ὡς ζηλωτὸς ᾖ. σὺ δ, ὦ ξέν, ἐλθών, πελαγίους ἐς ἀγκάλας τῷ τῆσδε πρίν ποτ ὄντι δοὺς πόσει τάδε, πάλιν πρὸς οἴκους σπεῦδ ἐμὴν δάμαρτ ἔχων, ὡς τοὺς γάμους τοὺς τῆσδε συνδαίσας ἐμοὶ στέλλῃ πρὸς οἴκους ἢ μένων εὐδαιμονῇς. ὦ Ζεῦ, πατήρ τε καὶ σοφὸς κλῄζῃ θεός, βλέψον πρὸς ἡμᾶς καὶ μετάστησον κακῶν. ἕλκουσι δ ἡμῖν πρὸς λέπας τὰς συμφορὰς σπουδῇ σύναψαι: κἂν ἄκρᾳ θίγῃς χερί, ἥξομεν ἵν ἐλθεῖν βουλόμεσθα τῆς τύχης. ἅλις δὲ μόχθων οὓς ἐμοχθοῦμεν πάρος. κέκλησθέ μοι, θεοί, πολλά χρήσθ ἐμοῦ κλύειν καὶ λύπρ: ὀφείλω δ οὐκ ἀεὶ πράσσειν κακῶς, ὀρθῷ δὲ βῆναι ποδί: μίαν δέ μοι χάριν δόντες τὸ λοιπὸν εὐτυχῆ με θήσετε.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION