호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὰ μὲν κατ οἴκους εὐτυχοῦμεν, ὦ φίλαι:? ἡ γὰρ συνεκκλέπτουσα Πρωτέως κόρη πόσιν παρόντα τὸν ἐμὸν ἱστορουμένη οὐκ εἶπ ἀδελφῷ: κατθανόντα δ ἐν χθονὶ οὔ φησιν αὐγὰς εἰσορᾶν ἐμὴν χάριν. <> κάλλιστα δῆτ ἀνήρπας ἐν τύχῃ πόσις: ἃ γὰρ καθήσειν ὅπλ ἔμελλεν εἰς ἅλα, ταῦτ ἐμβαλὼν πόρπακι γενναίαν χέρα αὐτὸς κομίζει δόρυ τε δεξιᾷ λαβών, ὡς τῷ θανόντι χάριτα δὴ συνεκπονῶν. προύργου δ ἐς ἀλκὴν σῶμ ὅπλοις ἠσκήσατο, ὡς βαρβάρων τρόπαια μυρίων χερὶ θήσων, ὅταν κωπῆρες ἐσβῶμεν σκάφος, πέπλους δ ἀμείψας ἀντὶ ναυφθόρου στολῆς ἐγώ νιν ἐξήσκησα, καὶ λουτροῖς χρόα ἔδωκα, χρόνια νίπτρα ποταμίας δρόσου. ἀλλ, ἐκπερᾷ γὰρ δωμάτων ὁ τοὺς ἐμοὺς γάμους ἑτοίμους ἐν χεροῖν ἔχειν δοκῶν, σιγητέον μοι: καὶ σὲ προσποιούμεθα εὔνουν κρατεῖν τε στόματος, ἢν δυνώμεθα σωθέντες αὐτοὶ καὶ σὲ συνσῶσαί ποτε. χωρεῖτ ἐφεξῆς, ὡς ἔταξεν ὁ ξένος, δμῶες, φέροντες ἐνάλια κτερίσματα. Ἑλένη, σὺ δ, ἤν σοι μὴ κακῶς δόξω λέγειν, πείθου, μέν αὐτοῦ: ταὐτὰ γὰρ παροῦσά τε πράξεις τὸν ἄνδρα τὸν σὸν ἤν τε μὴ παρῇς. δέδοικα γάρ σε μή τις ἐμπεσὼν πόθος πείσῃ μεθεῖναι σῶμ ἐς οἶδμα πόντιον τοῦ πρόσθεν ἀνδρὸς χάρισιν ἐκπεπληγμένην: ἄγαν γὰρ αὐτὸν οὐ παρόνθ ὅμως στένεις. ὦ καινὸς ἡμῖν πόσις, ἀναγκαίως ἔχει τὰ πρῶτα λέκτρα νυμφικάς θ ὁμιλίας τιμᾶν: ἐγὼ δὲ διὰ τὸ μὲν στέργειν πόσιν καὶ ξυνθάνοιμ ἄν: ἀλλὰ τίς κείνῳ χάρις ξὺν κατθανόντι κατθανεῖν· ἐά δέ με αὐτὴν μολοῦσαν ἐντάφια δοῦναι νεκρῷ. θεοὶ δὲ σοί τε δοῖεν οἷ ἐγὼ θέλω, καὶ τῷ ξένῳ τῷδ, ὅτι συνεκπονεῖ τάδε. ἕξεις δέ μ οἱάν χρή ς ἔχειν ἐν δώμασι γυναῖκ, ἐπειδὴ Μενέλεων εὐεργετεῖς κἄμ: ἔρχεται γὰρ δή τιν ἐς τύχην τάδε. ὅστις δὲ δώσει ναῦν ἐν ᾗ τάδ ἄξομεν, πρόσταξον, ὡς ἂν τὴν χάριν πλήρη λάβω. χώρει σὺ καὶ ναῦν τοῖσδε πεντηκόντορον Σιδωνίαν δὸς κἀρετμῶν ἐπιστάτας.
οὔκουν ὅδ ἄρξει ναὸς ὃς κοσμεῖ τάφον· μάλιστ: ἀκούειν τοῦδε χρὴ ναύτας ἐμούς. αὖθις κέλευσον, ἵνα σαφῶς μάθωσί σου. αὖθις κελεύω καὶ τρίτον γ, εἴ σοι φίλον. ὄναιο: κἀγὼ τῶν ἐμῶν βουλευμάτων. μή νυν ἄγαν σὸν δάκρυσιν ἐκτήξῃς χρόα. ἥδ ἡμέρα σοι τὴν ἐμὴν δείξει χάριν. τὰ τῶν θανόντων οὐδέν, ἀλλ ἄλλως πόνος. ἔστιν τι κἀκεῖ κἀνθάδ ὧν ἐγὼ λέγω. οὐδὲν κακίω Μενέλεώ μ ἕξεις πόσιν. οὐδὲν σὺ μεμπτός: τῆς τύχης με δεῖ μόνον. ἐν σοὶ τόδ, ἢν σὴν εἰς ἔμ εὔνοιαν διδῷς. οὐ νῦν διδαξόμεσθα τοὺς φίλους φιλεῖν. βούλῃ ξυνεργῶν αὐτὸς ἐκπέμψω στόλον· ἥκιστα: μὴ δούλευε σοῖς δούλοις, ἄναξ. ἀλλ εἰᾶ: τοὺς μὲν Πελοπιδῶν ἐῶ νόμους: καθαρὰ γὰρ ἡμῖν δώματ: οὐ γὰρ ἐνθάδε ψυχὴν ἀφῆκε Μενέλεως: ἴτω δέ τις φράσων ὑπάρχοις τοῖς ἐμοῖς φέρειν γάμων ἀγάλματ οἴκους εἰς ἐμούς: πᾶσαν δὲ χρὴ γαῖαν βοᾶσθαι μακαρίαις ὑμνῳδίαις ὑμέναιον Ἑλένης κἀμόν, ὡς ζηλωτὸς ᾖ. σὺ δ, ὦ ξέν, ἐλθών, πελαγίους ἐς ἀγκάλας τῷ τῆσδε πρίν ποτ ὄντι δοὺς πόσει τάδε, πάλιν πρὸς οἴκους σπεῦδ ἐμὴν δάμαρτ ἔχων, ὡς τοὺς γάμους τοὺς τῆσδε συνδαίσας ἐμοὶ στέλλῃ πρὸς οἴκους ἢ μένων εὐδαιμονῇς. ὦ Ζεῦ, πατήρ τε καὶ σοφὸς κλῄζῃ θεός, βλέψον πρὸς ἡμᾶς καὶ μετάστησον κακῶν. ἕλκουσι δ ἡμῖν πρὸς λέπας τὰς συμφορὰς σπουδῇ σύναψαι: κἂν ἄκρᾳ θίγῃς χερί, ἥξομεν ἵν ἐλθεῖν βουλόμεσθα τῆς τύχης. ἅλις δὲ μόχθων οὓς ἐμοχθοῦμεν πάρος. κέκλησθέ μοι, θεοί, πολλά χρήσθ ἐμοῦ κλύειν καὶ λύπρ: ὀφείλω δ οὐκ ἀεὶ πράσσειν κακῶς, ὀρθῷ δὲ βῆναι ποδί: μίαν δέ μοι χάριν δόντες τὸ λοιπὸν εὐτυχῆ με θήσετε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기