- 텍스트

Euripides, Helen, episode 4:

(에우리피데스, Helen, episode 4:)

ὦ ξένε, λόγων μὲν κληδόν ἤνεγκας φίλην.? οὔκουν ἐμαυτῷ γ οὐδὲ τῷ τεθνηκότι. πῶς τοὺς θανόντας θάπτετ ἐν πόντῳ νεκρούς· ὡς ἂν παρούσης οὐσίας ἕκαστος ᾖ. πλούτου λέγ οὕνεχ ὅ τι θέλεις ταύτης χάριν. προσφάζεται μὲν αἷμα πρῶτα νερτέροις. τίνος· σύ μοι σήμαινε, πείσομαι δ ἐγώ. αὐτὸς σὺ γίγνωσκ: ἀρκέσει γὰρ ἃν διδῷς. ἐν βαρβάροις μὲν ἵππον ἢ ταῦρον νόμος. διδούς γε μὲν δὴ δυσγενὲς μηδὲν δίδου. οὐ τῶνδ ἐν ἀγέλαις ὀλβίαις σπανίζομεν. καὶ στρωτὰ φέρεται λέκτρα σώματος κενά. ἔσται: τί δ ἄλλο προσφέρειν νομίζεται· χαλκήλαθ ὅπλα: καὶ γὰρ ἦν φίλος δορί. ἄξια τάδ ἔσται Πελοπιδῶν ἃ δώσομεν. καὶ τἄλλ ὅσα χθὼν καλὰ φέρει βλαστήματα. πῶς οὖν· ἐς οἶδμα τίνι τρόπῳ καθίετε· ναῦν δεῖ παρεῖναι κἀρετμῶν ἐπιστάτας. πόσον δ ἀπείργει μῆκος ἐκ γαίας δόρυ· ὥστ ἐξορᾶσθαι ῥόθια χερσόθεν μόλις. τί δή· τόδ Ἑλλὰς νόμιμον ἐκ τίνος σέβει· ὡς μὴ πάλιν γῇ λύματ ἐκβάλῃ κλύδων. Φοίνισσα κώπη ταχύπορος γενήσεται. καλῶς ἂν εἰή Μενέλεῴ τε πρὸς χάριν. οὔκουν σὺ χωρὶς τῆσδε δρῶν ἀρκεῖς τάδε· μητρὸς τόδ ἔργον ἢ γυναικὸς ἢ τέκνων. ταύτης ὁ μόχθος, ὡς λέγεις, θάπτειν πόσιν. ἐν εὐσεβεῖ γοῦν νόμιμα μὴ κλέπτειν νεκρῶν. ἴτω: πρὸς ἡμῶν ἄλοχον εὐσεβῆ τρέφειν. ἐλθὼν δ ἐς οἴκους ἐξελοῦ κόσμον νεκρῷ: καὶ σὲ οὐ κεναῖσι χερσὶ γῆς ἀποστελῶ, δράσαντα τῇδε πρὸς χάριν: φήμας δ ἐμοὶ ἐσθλὰς ἐνεγκὼν ἀντὶ τῆς ἀχλαινίας ἐσθῆτα λήψῃ σῖτά θ, ὥστε ς ἐς πάτραν ἐλθεῖν, ἐπεὶ νῦν γ ἀθλίως ἔχονθ ὁρῶ. σὺ δ, ὦ τάλαινα, μὴ πὶ τοῖς ἀνηνύτοις τρύχουσα σαυτήν - Μενέλεως δ ἔχει πότμον, κοὐκ ἂν δύναιτο ζῆν ὁ κατθανὼν πόσις. σὸν ἔργον, ὦ νεᾶνι: τὸν παρόντα μὲν στέργειν πόσιν χρή, τὸν δὲ μηκέτ ὄντ ἐᾶν: ἄριστα γάρ σοι ταῦτα πρὸς τὸ τυγχάνον. ἢν δ Ἑλλάδ ἔλθω καὶ τύχω σωτηρίας, παύσω ψόγου σε τοῦ πρίν, ἢν γυνὴ γένῃ οἱάν γενέσθαι χρή σε σῷ ξυνευνέτῃ. ἔσται τάδ: οὐδὲ μέμψεται πόσις ποτὲ ἡμῖν: σὺ δ αὐτὸς ἐγγὺς ὢν εἴσῃ τάδε. ἀλλ, ὦ τάλας, εἴσελθε καὶ λουτρῶν τύχε ἐσθῆτά τ ἐξάλλαξον. οὐκ ἐς ἀμβολὰς εὐεργετήσω ς: εὐμενέστερον γὰρ ἂν τῷ φιλτάτῳ μοι Μενέλεῳ τὰ πρόσφορα δρῴης ἄν, ἡμῶν τυγχάνων οἱών σε χρή.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION