호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ποδαπὸς δ ὅδ ἁνὴρ καὶ πόθεν κατέσχε γῆν·? Ἕλλην, Ἀχαιῶν εἷς ἐμῷ σύμπλους πόσει. θανάτῳ δὲ ποίῳ φησὶ Μενέλεων θανεῖν· οἰκτρόταθ, ὑγροῖσιν ἐν κλυδωνίοις ἁλός. ποῦ βαρβάροισι πελάγεσιν ναυσθλούμενον· Λιβύης ἀλιμένοις ἐκπεσόντα πρὸς πέτραις. καὶ πῶς ὅδ οὐκ ὄλωλε κοινωνῶν πλάτης· ἐσθλῶν κακίους ἐνίοτ εὐτυχέστεροι. λιπὼν δὲ ναὸς ποῦ πάρεστιν ἔκβολα· ὅπου κακῶς ὄλοιτο, Μενέλεως δὲ μή. ὄλωλ ἐκεῖνος. ἦλθε δ ἐν ποίῳ σκάφει· ναῦταί σφ ἀνείλοντ ἐντυχόντες, ὡς λέγει. ποῦ δὴ τὸ πεμφθὲν ἀντὶ σοῦ Τροίᾳ κακόν· νεφέλης λέγεις ἄγαλμα· ἐς αἰθέρ οἴχεται. ὦ Πρίαμε καὶ γῆ Τρῳάς, <ὡς> ἔρρεις μάτην. κἀγὼ μετέσχον Πριαμίδαις δυσπραξίας. πόσιν δ ἄθαπτον ἔλιπεν ἢ κρύπτει χθονί· ἄθαπτον: οἲ ἐγὼ τῶν ἐμῶν τλήμων κακῶν. τῶνδ οὕνεκ ἔταμες βοστρύχους ξανθῆς κόμης: φίλος γάρ ἐστιν, ὅς ποτ ἐστίν, ἐνθάδ ὤν. ὀρθῶς μὲν ἥδε συμφορὰ δακρύεται - ἐν εὐμαρεῖ γοῦν σὴν κασιγνήτην λαθεῖν. οὐ δῆτα. πῶς οὖν· τόνδ ἔτ οἰκήσεις τάφον· τί κερτομεῖς με, τὸν θανόντα δ οὐκ ἐᾷς· πιστὴ γὰρ εἶ σὺ σῷ πόσει φεύγουσά με. ἀλλ οὐκέτ: ἤδη δ ἄρχε τῶν ἐμῶν γάμων. χρόνια μὲν ἦλθεν, ἀλλ ὅμως αἰνῶ τάδε. οἶσθ οὖν ὃ δρᾶσον· τῶν πάρος λαθώμεθα. ἐπὶ τῷ· χάρις γὰρ ἀντὶ χάριτος ἐλθέτω. σπονδὰς τέμωμεν καὶ διαλλάχθητί μοι. μεθίημι νεῖκος τὸ σόν, ἴτω δ ὑπόπτερον. πρός νύν σε γονάτων τῶνδ, ἐπείπερ εἶ φίλος - τί χρῆμα θηρῶς ἱκέτις ὠρέχθης ἐμοῦ· τὸν κατθανόντα πόσιν ἐμὸν θάψαι θέλω. τί δ· ἔστ ἀπόντων τύμβος· ἢ θάψεις σκιάν· Ἕλλησίν ἐστι νόμος, ὃς ἂν πόντῳ θάνῃ - τί δρᾶν· σοφοί τοι Πελοπίδαι τὰ τοιάδε. κενοῖσι θάπτειν ἐν πέπλων ὑφάσμασιν. κτέριζ: ἀνίστη τύμβον οὗ χρῄζεις χθονός. οὐχ ὧδε ναύτας ὀλομένους τυμβεύομεν. πῶς δαί· λέλειμμαι τῶν ἐν Ἕλλησιν νόμων. ἐς πόντον ὅσα χρὴ νέκυσιν ἐξορμίζομεν. τί σοι παράσχω δῆτα τῷ τεθνηκότι· ὅδ οἶδ, ἐγὼ δ ἄπειρος, εὐτυχοῦσα πρίν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기