호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αὕτη, τί πέπλους μέλανας ἐξήψω χροὸς λευκῶν ἀμείψας ἔκ τε κρατὸς εὐγενοῦς κόμας σίδηρον ἐμβαλοῦς ἀπέθρισας χλωροῖς τε τέγγεις δάκρυσι σὴν παρηίδα κλαίουσα·? πότερον ἐννύχοις πεπεισμένη στένεις ὀνείροις, ἢ φάτιν τιν οἴκοθεν κλύουσα λύπῃ σὰς διέφθαρσαι φρένας· ὦ δέσποτ - ἤδη γὰρ τόδ ὀνομάζω ς ἔπος - ὄλωλα: φροῦδα τἀμὰ κοὐδέν εἰμ ἔτι. ἐν τῷ δὲ κεῖσαι συμφορᾶς· τίς ἡ τύχη· Μενέλαος - οἴμοι, πῶς φράσω· - τέθνηκέ μοι. οὐδέν τι χαίρω σοῖς λόγοις, τὰ δ εὐτυχῶ. πῶς <δ> οἶσθα· μῶν σοι Θεονόη λέγει τάδε· κείνη τε φησὶν ὅ τε παρὼν ὅτ ὤλλυτο. ἥκει γὰρ ὅστις καὶ τάδ ἀγγέλλει σαφῆ· ἥκει: μόλοι γὰρ οἷ σφ ἐγὼ χρῄζω μολεῖν. τίς ἐστι· ποῦ στιν· ἵνα σαφέστερον μάθω. ὅδ ὃς κάθηται τῷδ ὑποπτήξας τάφῳ. Ἄπολλον, ὡς ἐσθῆτι δυσμόρφῳ πρέπει. οἴμοι, δοκῶ μὲν κἀμὸν ὧδ ἔχειν πόσιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기