호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ χαῖρε, πατρὸς μνῆμ:? ἐπ ἐξόδοισι γὰρ ἔθαψα, Πρωτεῦ, ς ἕνεκ ἐμῆς προσρήσεως: ἀεὶ δέ ς ἐξιών τε κἀσιὼν δόμους Θεοκλύμενος παῖς ὅδε προσεννέπει, πάτερ. ὑμεῖς μὲν οὖν κύνας τε καὶ θηρῶν βρόχους, δμῶες, κομίζετ ἐς δόμους τυραννικούς: ἐγὼ δ ἐμαυτὸν πόλλ ἐλοιδόρησα δή: οὐ γάρ τι θανάτῳ τοὺς κακοὺς κολάζομεν· καὶ νῦν πέπυσμαι φανερὸν Ἑλλήνων τινὰ ἐς γῆν ἀφῖχθαι καὶ λεληθέναι σκοπούς, ἤτοι κατόπτην ἢ κλοπαῖς θηρώμενον Ἑλένην: θανεῖται δ, ἤν γε δὴ ληφθῇ μόνον. ἐά: ἀλλ, ὡς ἐοίκε, πάντα διαπεπραγμένα ηὑρ´ηκα: τύμβου γὰρ κενὰς λιποῦς ἕδρας ἡ Τυνδαρὶς παῖς ἐκπεπόρθμευται χθονός. ὠή, χαλᾶτε κλῇθρα: λύεθ ἱππικὰ φάτνης, ὀπαδοί, κἀκκομίζεθ ἁρ´ματα, ὡς ἂν πόνου γ ἕκατι μὴ λάθῃ με γῆς τῆσδ ἐκκομισθεῖς ἄλοχος, ἧς ἐφίεμαι. - ἐπίσχετ:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기