호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦ καὶ γυναῖκα Σπαρτιᾶτιν εἵλετε·? Μενέλαος αὐτὴν ἦγ ἐπισπάσας κόμης. εἶδες σὺ τὴν δύστηνον· ἢ κλύων λέγεις· ὥσπερ γε σέ, οὐδὲν ἧσσον, ὀφθαλμοῖς ὁρῶ. σκοπεῖτε μὴ δόκησιν εἴχετ ἐκ θεῶν. ἄλλου λόγου μέμνησο, μὴ κείνης ἔτι. οὕτω δοκεῖτε τὴν δόκησιν ἀσφαλῆ· αὐτὸς γὰρ ὄσσοις εἰδόμην: καὶ νοῦς ὁρᾷ. ἤδη δ ἐν οἴκοις σὺν δάμαρτι Μενέλεως· οὔκουν ἐν Ἄργει <γ> οὐδ ἐπ Εὐρώτα ῥοαῖς. αἰαῖ: κακὸν τόδ εἶπας οἷς κακὸν λέγεις. ὡς κεῖνος ἀφανὴς σὺν δάμαρτι κλῄζεται. οὐ πᾶσι πορθμὸς αὑτὸς Ἀργείοισιν ἦν· ἦν, ἀλλὰ χειμὼν ἄλλος ἄλλον ὡρ´ισεν. ποίοισιν ἐν νώτοισι ποντίας ἁλός· μέσον περῶσι πέλαγος Αἰγαίου πόρου. κἀκ τοῦδε Μενέλαν οὔτις εἶδ ἀφιγμένον· οὐδείς: θανὼν δὲ κλῄζεται καθ Ἑλλάδα. ἀπωλόμεσθα: Θεστιὰς δ ἔστιν κόρη· Λήδαν ἔλεξας· οἴχεται θανοῦσα δή. οὔ πού νιν Ἑλένης αἰσχρὸν ὤλεσεν κλέος· φασίν, βρόχῳ γ ἅψασαν εὐγενῆ δέρην. οἱ Τυνδάρειοι δ εἰσὶν ἢ οὐκ εἰσὶν κόροι· τεθνᾶσι καὶ οὐ τεθνᾶσι: δύο δ ἐστὸν λόγω. πότερος ὁ κρείσσων· ὦ τάλαιν ἐγὼ κακῶν. ἄστροις σφ ὁμοιωθέντε φάς εἶναι θεώ. καλῶς ἔλεξας τοῦτο: θάτερον δὲ τί· σφαγαῖς ἀδελφῆς οὕνεκ ἐκπνεῦσαι βίον. ἅλις δὲ μύθων: οὐ διπλᾶ χρῄζω στένειν. ὧν δ οὕνεκ ἦλθον τούσδε βασιλείους δόμους, τὴν θεσπιῳδὸν Θεονόην χρῄζων ἰδεῖν, σὺ προξένησον, ὡς τύχω μαντευμάτων ὅπῃ νεὼς στείλαιμ ἂν οὔριον πτερὸν ἐς γῆν ἐναλίαν Κύπρον, οὗ μ ἐθέσπισεν οἰκεῖν Ἀπόλλων, ὄνομα νησιωτικὸν Σαλαμῖνα θέμενον τῆς ἐκεῖ χάριν πάτρας. πλοῦς, ὦ ξέν, αὐτὸς σημανεῖ: σὺ δ ἐκλιπὼν γῆν τήνδε φεῦγε πρίν σε παῖδα Πρωτέως ἰδεῖν, ὃς ἄρχει τῆσδε γῆς: ἄπεστι δὲ κυσὶν πεποιθὼς ἐν φοναῖς θηροκτόνοις: κτείνει γὰρ Ἕλλην ὅντιν ἂν λάβῃ ξένον. ὅτου δ ἕκατι, μήτε σὺ ζήτει μαθεῖν ἐγώ τε σιγῶ: τί γὰρ ἂν ὠφελοῖμί σε· καλῶς ἔλεξας, ὦ γύναι: θεοὶ δέ σοι ἐσθλῶν ἀμοιβὰς ἀντιδωρησαίατο. Ἑλένῃ δ ὅμοιον σῶμ ἔχους οὐ τὰς φρένας ἔχεις ὁμοίας, ἀλλὰ διαφόρους πολύ. κακῶς δ ὄλοιτο μηδ ἐπ Εὐρώτα ῥοὰς ἔλθοι: σὺ δ εἰής εὐτυχὴς ἀεί, γύναι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기