호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἥρα δὲ μεμφθεῖς οὕνεκ οὐ νικᾷ θεάς, ἐξηνέμωσε τἄμ Ἀλεξάνδρῳ λέχη, δίδωσι δ οὐκ ἔμ, ἀλλ ὁμοιώσας ἐμοὶ εἴδωλον ἔμπνουν οὐρανοῦ ξυνθεῖς ἄπο, Πριάμου τυράννου παιδί:? καὶ δοκεῖ μ ἔχειν - κενὴν δόκησιν, οὐκ ἔχων. τὰ δ αὖ Διὸς βουλεύματ ἄλλα τοῖσδε συμβαίνει κακοῖς: πόλεμον γὰρ εἰσήνεγκεν Ἑλλήνων χθονὶ καὶ Φρυξὶ δυστήνοισιν, ὡς ὄχλου βροτῶν πλήθους τε κουφίσειε μητέρα χθόνα γνωτόν τε θείη τὸν κράτιστον Ἑλλάδος. Φρυγῶν δ ἐς ἀλκὴν προυτέθην ἐγὼ μὲν οὔ, τὸ δ ὄνομα τοὐμόν, ἆθλον Ἕλλησιν δορός. λαβὼν δέ μ Ἑρμῆς ἐν πτυχαῖσιν αἰθέρος νεφέλῃ καλύψας - οὐ γὰρ ἠμέλησέ μου Ζεύς - τόνδ ἐς οἶκον Πρωτέως ἱδρύσατο, πάντων προκρίνας σωφρονέστατον βροτῶν, ἀκέραιον ὡς σῴσαιμι Μενέλεῳ λέχος. κἀγὼ μὲν ἐνθάδ εἴμ, ὁ δ ἄθλιος πόσις στράτευμ ἀθροίσας τὰς ἐμὰς ἀναρπαγὰς θηρᾷ πορευθεὶς Ἰλίου πυργώματα. ψυχαὶ δὲ πολλαὶ δι ἔμ ἐπὶ Σκαμανδρίοις ῥοαῖσιν ἔθανον: ἡ δὲ πάντα τλᾶς ἐγὼ κατάρατός εἰμι καὶ δοκῶ προδοῦς ἐμὸν πόσιν συνάψαι πόλεμον Ἕλλησιν μέγαν. τί δῆτ ἔτι ζῶ· θεοῦ τόδ εἰσήκους ἔπος Ἑρμοῦ, τὸ κλεινὸν ἔτι κατοικήσειν πέδον Σπάρτης σὺν ἀνδρί, γνόντος ὡς ἐς Ἴλιον οὐκ ἦλθον, ἵνα μὴ λέκτρ ὑποστρώσω τινί. ἑώς μὲν οὖν φῶς ἡλίου τόδ ἔβλεπεν Πρωτεύς, ἄσυλος ἦ γάμων: ἐπεὶ δὲ γῆς σκότῳ κέκρυπται, παῖς ὁ τοῦ τεθνηκότος θηρᾷ γαμεῖν με. τὸν πάλαι δ ἐγὼ πόσιν τιμῶσα Πρωτέως μνῆμα προσπίτνω τόδε ἱκέτις, ἵν ἀνδρὶ τἀμὰ διασῴσῃ λέχη, ὡς, εἰ καθ Ἑλλάδ ὄνομα δυσκλεὲς φέρω, μή μοι τὸ σῶμά γ ἐνθάδ αἰσχύνην ὄφλῃ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기