호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ μὴν Ὀδυσσεὺς ἔρχεται σπουδῇ ποδός, Ἑκάβη, νέον τι πρὸς σὲ σημανῶν ἔπος.? γύναι, δοκῶ μέν ς εἰδέναι γνώμην στρατοῦ ψῆφόν τε τὴν κρανθεῖσαν: ἀλλ ὅμως φράσω. ἔδοξ Ἀχαιοῖς παῖδα σὴν Πολυξένην σφάξαι πρὸς ὀρθὸν χῶμ Ἀχιλλείου τάφου. ἡμᾶς δὲ πομποὺς καὶ κομιστῆρας κόρης τάσσουσιν εἶναι: θύματος δ ἐπιστάτης ἱερεύς τ ἐπέσται τοῦδε παῖς Ἀχιλλέως. οἶσθ οὖν ὃ δρᾶσον· μήτ ἀποσπασθῇς βίᾳ μήτ ἐς χερῶν ἅμιλλαν ἐξέλθῃς ἐμοί: γίγνωσκε δ ἀλκὴν καὶ παρουσίαν κακῶν τῶν σῶν. σοφόν τοι κἀν κακοῖς ἃ δεῖ φρονεῖν. αἰαῖ: παρέστηχ, ὡς ἐοίκ, ἀγὼν μέγας, πλήρης στεναγμῶν οὐδὲ δακρύων κενός. κἄγωγ ἄρ οὐκ ἔθνῃσκον οὗ μ ἐχρῆν θανεῖν, οὐδ ὤλεσέν με Ζεύς, τρέφει δ, ὅπως ὁρῶ κακῶν κάκ ἄλλα μείζον ἡ τάλαιν ἐγώ. εἰ δ ἔστι τοῖς δούλοισι τοὺς ἐλευθέρους μὴ λυπρὰ μηδὲ καρδίας δηκτήρια ἐξιστορῆσαι, σοὶ μὲν εἰρῆσθαι χρεών, ἡμᾶς δ ἀκοῦσαι τοὺς ἐρωτῶντας τάδε. ἔξεστ, ἐρώτα: τοῦ χρόνου γὰρ οὐ φθονῶ. οἶσθ ἡνίκ ἦλθες Ἰλίου κατάσκοπος, δυσχλαινίᾳ τ ἄμορφος, ὀμμάτων τ ἄπο φόνου σταλαγμοὶ σὴν κατέσταζον γένυν· οἶδ: οὐ γὰρ ἄκρας καρδίας ἔψαυσέ μου. ἔγνω δέ ς Ἑλένη καὶ μόνῃ κατεῖπ ἐμοί· μεμνήμεθ ἐς κίνδυνον ἐλθόντες μέγαν. ἥψω δὲ γονάτων τῶν ἐμῶν ταπεινὸς ὤν· ὥστ ἐνθανεῖν γε σοῖς πέπλοισι χεῖρ ἐμήν. ἔσωσα δῆτά ς ἐξέπεμψά τε χθονός· ὥστ εἰσορᾶν γε φέγγος ἡλίου τόδε. τί δῆτ ἔλεξας δοῦλος ὢν ἐμὸς τότε· πολλῶν λόγων εὑρήμαθ, ὥστε μὴ θανεῖν. οὔκουν κακύνῃ τοῖσδε τοῖς βουλεύμασιν, ὃς ἐξ ἐμοῦ μὲν ἔπαθες οἱᾶ φῂς παθεῖν, δρᾷς δ οὐδὲν ἡμᾶς εὖ, κακῶς δ ὅσον δύνῃ· ἀχάριστον ὑμῶν σπέρμ, ὅσοι δημηγόρους ζηλοῦτε τιμάς: μηδὲ γιγνώσκοισθέ μοι, οἳ τοὺς φίλους βλάπτοντες οὐ φροντίζετε, ἢν τοῖσι πολλοῖς πρὸς χάριν λέγητέ τι. ἀτὰρ τί δὴ σόφισμα τοῦθ ἡγούμενοι ἐς τήνδε παῖδα ψῆφον ὡρ´ισαν φόνου· πότερα τὸ χρῆν σφ ἐπήγαγ ἀνθρωποσφαγεῖν πρὸς τύμβον, ἔνθα βουθυτεῖν μᾶλλον πρέπει· ἢ τοὺς κτανόντας ἀνταποκτεῖναι θέλων ἐς τήνδ Ἀχιλλεὺς ἐνδίκως τείνει φόνον· ἀλλ οὐδὲν αὐτὸν ἥδε γ εἴργασται κακόν. Ἑλένην νιν αἰτεῖν χρῆν τάφῳ προσφάγματα: κείνη γὰρ ὤλεσέν νιν ἐς Τροίαν τ ἄγει. εἰ δ αἰχμαλώτων χρή τιν ἔκκριτον θανεῖν κάλλει θ ὑπερφέρουσαν, οὐχ ἡμῶν τόδε: ἡ Τυνδαρὶς γὰρ εἶδος ἐκπρεπεστάτη, ἀδικοῦσά θ ἡμῶν οὐδὲν ἧσσον ηὑρέθη. τῷ μὲν δικαίῳ τόνδ ἁμιλλῶμαι λόγον: ἃ δ ἀντιδοῦναι δεῖ ς ἀπαιτούσης ἐμοῦ, ἄκουσον. ἥψω τῆς ἐμῆς, ὡς φῄς, χερὸς καὶ τῆσδε γραίας προσπίτνων παρηίδος: ἀνθάπτομαί σου τῶνδε τῶν αὐτῶν ἐγὼ χάριν τ ἀπαιτῶ τὴν τόθ ἱκετεύω τέ σε, μή μου τὸ τέκνον ἐκ χερῶν ἀποσπάσῃς, μηδὲ κτάνητε: τῶν τεθνηκότων ἅλις. ταύτῃ γέγηθα κἀπιλήθομαι κακῶν: ἥδ ἀντὶ πολλῶν ἐστί μοι παραψυχή, πόλις, τιθήνη, βάκτρον, ἡγεμὼν ὁδοῦ. οὐ τοὺς κρατοῦντας χρὴ κρατεῖν ἃ μὴ χρεών, οὐδ εὐτυχοῦντας εὖ δοκεῖν πράξειν ἀεί: κἀγὼ γὰρ ἦ ποτ, ἀλλὰ νῦν οὐκ εἴμ ἔτι, τὸν πάντα δ ὄλβον ἦμαρ ἕν μ ἀφείλετο. ἀλλ, ὦ φίλον γένειον, αἰδέσθητί με, οἴκτιρον: ἐλθὼν δ εἰς Ἀχαιικὸν στρατὸν παρηγόρησον, ὡς ἀποκτείνειν φθόνος γυναῖκας, ἃς τὸ πρῶτον οὐκ ἐκτείνατε βωμῶν ἀποσπάσαντες, ἀλλ ᾠκτίρατε. νόμος δ ἐν ὑμῖν τοῖς τ ἐλευθέροις ἴσος καὶ τοῖσι δούλοις αἵματος κεῖται πέρι. τὸ δ ἀξίωμα, κἂν κακῶς λέγῃ, τὸ σὸν πείσει: λόγος γὰρ ἔκ τ ἀδοξούντων ἰὼν κἀκ τῶν δοκούντων αὑτὸς οὐ ταὐτὸν σθένει. οὐκ ἔστιν οὕτω στερρὸς ἀνθρώπου φύσις, ἥτις γόων σῶν καὶ μακρῶν ὀδυρμάτων κλύουσα θρήνους οὐκ ἂν ἐκβάλοι δάκρυ. Ἑκάβη, διδάσκου, μηδὲ τῷ θυμουμένῳ τὸν εὖ λέγοντα δυσμενῆ ποιοῦ φρενός.
ἐγὼ τὸ μὲν σὸν σῶμ ὑφ οὗπερ εὐτύχουν σῴζειν ἕτοιμός εἰμι κοὐκ ἄλλως λέγω: ἃ δ εἶπον εἰς ἅπαντας οὐκ ἀρνήσομαι, Τροίας ἁλούσης ἀνδρὶ τῷ πρώτῳ στρατοῦ σὴν παῖδα δοῦναι σφάγιον ἐξαιτουμένῳ. ἐν τῷδε γὰρ κάμνουσιν αἱ πολλαὶ πόλεις, ὅταν τις ἐσθλὸς καὶ πρόθυμος ὢν ἀνὴρ μηδὲν φέρηται τῶν κακιόνων πλέον. ἡμῖν δ Ἀχιλλεὺς ἄξιος τιμῆς, γύναι, θανὼν ὑπὲρ γῆς Ἑλλάδος κάλλιστ ἀνήρ. οὔκουν τόδ αἰσχρόν, εἰ βλέποντι μὲν φίλῳ χρώμεσθ, ἐπεὶ δ ὄλωλε, μὴ χρώμεσθ ἔτι· εἰε῀ν: τί δῆτ ἐρεῖ τις, ἤν τις αὖ φανῇ στρατοῦ τ ἄθροισις πολεμίων τ ἀγωνία· πότερα μαχούμεθ ἢ φιλοψυχήσομεν, τὸν κατθανόνθ ὁρῶντες οὐ τιμώμενον· καὶ μὴν ἔμοιγε ζῶντι μέν, καθ ἡμέραν κεἰ σμίκρ ἔχοιμι, πάντ ἂν ἀρκούντως ἔχοι: τύμβον δὲ βουλοίμην ἂν ἀξιούμενον τὸν ἐμὸν ὁρᾶσθαι: διὰ μακροῦ γὰρ ἡ χάρις. εἰ δ οἰκτρὰ πάσχειν φῄς, τάδ ἀντάκουέ μου: εἰσὶν παρ ἡμῖν οὐδὲν ἧσσον ἄθλιαι γραῖαι γυναῖκες ἠδὲ πρεσβῦται σέθεν, νύμφαι τ ἀρίστων νυμφίων τητώμεναι, ὧν ἥδε κεύθει σώματ Ἰδαία κόνις. τόλμα τάδ. ἡμεῖς δ, εἰ κακῶς νομίζομεν τιμᾶν τὸν ἐσθλόν, ἀμαθίαν ὀφλήσομεν: οἱ βάρβαροι δὲ μήτε τοὺς φίλους φίλους ἡγεῖσθε, μήτε τοὺς καλῶς τεθνηκότας θαυμάζεθ, ὡς ἂν ἡ μὲν Ἑλλὰς εὐτυχῇ, ὑμεῖς δ ἔχηθ ὅμοια τοῖς βουλεύμασιν. αἰαῖ: τὸ δοῦλον ὡς κακὸν πέφυκ ἀεὶ τολμᾷ θ ἃ μὴ χρή, τῇ βίᾳ νικώμενον. ὦ θύγατερ, οὑμοὶ μὲν λόγοι πρὸς αἰθέρα φροῦδοι μάτην ῥιφέντες ἀμφὶ σοῦ φόνου: σὺ δ, εἴ τι μείζω δύναμιν ἢ μήτηρ ἔχεις, σπούδαζε πάσας ὥστ ἀηδόνος στόμα φθογγὰς ἱεῖσα, μὴ στερηθῆναι βίου. πρόσπιπτε δ οἰκτρῶς τοῦδ Ὀδυσσέως γόνυ καὶ πεῖθ - ἔχεις δὲ πρόφασιν: ἔστι γὰρ τέκνα καὶ τῷδε - τὴν σὴν ὥστ ἐποικτῖραι τύχην. ὁρῶ ς, Ὀδυσσεῦ, δεξιὰν ὑφ εἵματος κρύπτοντα χεῖρα καὶ πρόσωπον ἔμπαλιν στρέφοντα, μή σου προσθίγω γενειάδος.
θάρσει: πέφευγας τὸν ἐμὸν Ἱκέσιον Δία: ὡς ἕψομαί γε τοῦ τ ἀναγκαίου χάριν θανεῖν τε χρῄζους: εἰ δὲ μὴ βουλήσομαι, κακὴ φανοῦμαι καὶ φιλόψυχος γυνή. τί γάρ με δεῖ ζῆν· ᾗ πατὴρ μὲν ἦν ἄναξ Φρυγῶν ἁπάντων: τοῦτό μοι πρῶτον βίου: ἔπειτ ἐθρέφθην ἐλπίδων καλῶν ὕπο βασιλεῦσι νύμφη, ζῆλον οὐ σμικρὸν γάμων ἔχους, ὅτου δῶμ ἑστίαν τ ἀφίξομαι: δέσποινα δ ἡ δύστηνος Ἰδαίαισιν ἦ γυναιξὶ παρθένοις τ ἀπόβλεπτος μέτα, ἴση θεοῖσι πλὴν τὸ κατθανεῖν μόνον: νῦν δ εἰμὶ δούλη. πρῶτα μέν με τοὔνομα θανεῖν ἐρᾶν τίθησιν οὐκ εἰωθὸς ὄν: ἔπειτ ἴσως ἂν δεσποτῶν ὠμῶν φρένας τύχοιμ ἄν, ὅστις ἀργύρου μ ὠνήσεται, τὴν Ἕκτορός τε χἁτέρων πολλῶν κάσιν, προσθεὶς δ ἀνάγκην σιτοποιὸν ἐν δόμοις, σαίρειν τε δῶμα κερκίσιν τ ἐφεστάναι λυπρὰν ἄγουσαν ἡμέραν μ ἀναγκάσει: λέχη δὲ τἀμὰ δοῦλος ὠνητός ποθεν χρανεῖ, τυράννων πρόσθεν ἠξιωμένα. οὐ δῆτ: ἀφίημ ὀμμάτων ἐλευθέρων φέγγος τόδ, Αἵδῃ προστιθεῖς ἐμὸν δέμας. ἄγου μ, Ὀδυσσεῦ, καὶ διέργασαί μ ἄγων: οὔτ ἐλπίδος γὰρ οὔτε του δόξης ὁρῶ θάρσος παρ ἡμῖν ὥς ποτ εὖ πρᾶξαί με χρή. μῆτερ, σὺ δ ἡμῖν μηδὲν ἐμποδὼν γένῃ, λέγουσα μηδὲ δρῶσα: συμβούλου δέ μοι θανεῖν πρὶν αἰσχρῶν μὴ κατ ἀξίαν τυχεῖν. ὅστις γὰρ οὐκ εἰώθε γεύεσθαι κακῶν, φέρει μέν, ἀλγεῖ δ αὐχέν ἐντιθεὶς ζυγῷ: θανὼν δ ἂν εἰή μᾶλλον εὐτυχέστερος ἢ ζῶν: τὸ γὰρ ζῆν μὴ καλῶς μέγας πόνος. δεινὸς χαρακτὴρ κἀπίσημος ἐν βροτοῖς ἐσθλῶν γενέσθαι, κἀπὶ μεῖζον ἔρχεται τῆς εὐγενείας ὄνομα τοῖσιν ἀξίοις. καλῶς μὲν εἶπας, θύγατερ, ἀλλὰ τῷ καλῷ λύπη πρόσεστιν.
εἰ δὲ δεῖ τῷ Πηλέως χάριν γενέσθαι παιδὶ καὶ ψόγον φυγεῖν ὑμᾶς, Ὀδυσσεῦ, τήνδε μὲν μὴ κτείνετε, ἡμᾶς δ ἄγοντες πρὸς πυρὰν Ἀχιλλέως κεντεῖτε, μὴ φείδεσθ: ἐγὼ ᾿´τεκον Πάριν, ὃς παῖδα Θέτιδος ὤλεσεν τόξοις βαλών. οὐ ς, ὦ γεραιά, κατθανεῖν Ἀχιλλέως φάντασμ Ἀχαιούς, ἀλλὰ τήνδ, ᾐτήσατο. ὑμεῖς δέ μ ἀλλὰ θυγατρὶ συμφονεύσατε, καὶ δὶς τόσον πῶμ αἵματος γενήσεται γαίᾳ νεκρῷ τε τῷ τάδ ἐξαιτουμένῳ. ἅλις κόρης σῆς θάνατος, οὐ προσοιστέος ἄλλος πρὸς ἄλλῳ: μηδὲ τόνδ ὠφείλομεν. πολλή γ ἀνάγκη θυγατρὶ συνθανεῖν ἐμέ. πῶς· οὐ γὰρ οἶδα δεσπότας κεκτημένος. ὁποῖα κισσὸς δρυός, ὅπως τῆσδ ἕξομαι. οὔκ, ἤν γε πείθῃ τοῖσι σοῦ σοφωτέροις. ὡς τῆσδ ἑκοῦσα παιδὸς οὐ μεθήσομαι. ἀλλ οὐδ ἐγὼ μὴν τήνδ ἄπειμ αὐτοῦ λιπών. μῆτερ, πιθοῦ μοι:
καὶ σύ, παῖ Λαερτίου, χάλα τοκεῦσιν εἰκότως θυμουμένοις, σύ τ, ὦ τάλαινα, τοῖς κρατοῦσι μὴ μάχου. βούλῃ πεσεῖν πρὸς οὖδας ἑλκῶσαί τε σὸν γέροντα χρῶτα πρὸς βίαν ὠθουμένη, ἀσχημονῆσαί τ ἐκ νέου βραχίονος σπασθεῖς, ἃ πείσῃ· μὴ σύ γ: οὐ γὰρ ἄξιον. ἀλλ, ὦ φίλη μοι μῆτερ, ἡδίστην χέρα δὸς καὶ παρειὰν προσβαλεῖν παρηίδι: ὡς οὔποτ αὖθις, ἀλλὰ νῦν πανύστατον ἀκτῖνα κύκλον θ ἡλίου προσόψομαι. τέλος δέχῃ δὴ τῶν ἐμῶν προσφθεγμάτων. ὦ μῆτερ, ὦ τεκοῦς, ἄπειμι δὴ κάτω. ὦ θύγατερ, ἡμεῖς δ ἐν φάει δουλεύσομεν. ἄνυμφος ἀνυμέναιος ὧν μ ἐχρῆν τυχεῖν. οἰκτρὰ σύ, τέκνον, ἀθλία δ ἐγὼ γυνή. ἐκεῖ δ ἐν Αἵδου κείσομαι χωρὶς σέθεν. οἴμοι: τί δράσω· ποῖ τελευτήσω βίον· δούλη θανοῦμαι, πατρὸς οὖς ἐλευθέρου. ἡμεῖς δὲ πεντήκοντά γ ἄμμοροι τέκνων. τί σοι πρὸς Ἕκτορ ἢ γέροντ εἴπω πόσιν· ἄγγελλε πασῶν ἀθλιωτάτην ἐμέ. ὦ στέρνα μαστοί θ, οἵ μ ἐθρέψαθ ἡδέως. ὦ τῆς ἀώρου θύγατερ ἀθλίας τύχης. χαῖρ, ὦ τεκοῦσα, χαῖρε Κασάνδρα τ ἐμοί, χαίρουσιν ἄλλοι, μητρὶ δ οὐκ ἔστιν τόδε. ὅ τ ἐν φιλίπποις Θρῃξὶ Πολύδωρος κάσις. εἰ ζῇ γ: ἀπιστῶ δ: ὧδε πάντα δυστυχῶ. ζῇ καὶ θανούσης ὄμμα συγκλῄσει τὸ σόν. τέθνηκ ἔγωγε πρὶν θανεῖν κακῶν ὕπο. κόμιζ, Ὀδυσσεῦ, μ ἀμφιθεὶς κάρα πέπλοις ὡς πρὶν σφαγῆναί γ ἐκτέτηκα καρδίαν θρήνοισι μητρὸς τήνδε τ ἐκτήκω γόοις. ὦ φῶς: προσειπεῖν γὰρ σὸν ὄνομ ἔξεστί μοι, μέτεστι δ οὐδὲν πλὴν ὅσον χρόνον ξίφους βαίνω μεταξὺ καὶ πυρᾶς Ἀχιλλέως. οἲ γώ, προλείπω: λύεται δέ μου μέλη. ὦ θύγατερ, ἅψαι μητρός, ἔκτεινον χέρα, δός: μὴ λίπῃς μ ἄπαιδ. ἀπωλόμην, φίλαι. . . . ὣς τὴν Λάκαιναν σύγγονον Διοσκόροιν Ἑλένην ἴδοιμι: διὰ καλῶν γὰρ ὀμμάτων αἴσχιστα Τροίαν εἷλε τὴν εὐδαίμονα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기