호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δ εὐκρότητον Δωρίδ ἁρπάσας χεροῖν, ῥίψας ἀπ ὤμων εὐπρεπῆ πορπάματα, Πυλάδην μὲν εἵλετ ἐν πόνοις ὑπηρέτην, δμῶας δ ἀπωθεῖ:? καὶ λαβὼν μόσχου πόδα, λευκὰς ἐγύμνου σάρκας ἐκτείνων χέρα: θᾶσσον δὲ βύρσαν ἐξέδειρεν ἢ δρομεὺς δισσοὺς διαύλους ἱππίους διήνυσε, κἀνεῖτο λαγόνας. ἱερὰ δ ἐς χεῖρας λαβὼν Αἴγισθος ἤθρει. καὶ λοβὸς μὲν οὐ προσῆν σπλάγχνοις, πύλαι δὲ καὶ δοχαὶ χολῆς πέλας κακὰς ἔφαινον τῷ σκοποῦντι προσβολάς. χὣ μὲν σκυθράζει, δεσπότης δ ἀνιστορεῖ: τί χρῆμ ἀθυμεῖς· - ὦ ξέν, ὀρρωδῶ τινα δόλον θυραῖον. ἔστι δ ἔχθιστος βροτῶν Ἀγαμέμνονος παῖς πολέμιός τ ἐμοῖς δόμοις: ὃ δ εἶπε: φυγάδος δῆτα δειμαίνεις δόλον, πόλεως ἀνάσσων· οὐχ, ὅπως παστήρια θοινασόμεσθα, Φθιάδ ἀντὶ Δωρικῆς οἴσει τις ἡμῖν κοπίδ, ἀπορρήξω χέλυν· λαβὼν δὲ κόπτει. σπλάγχνα δ Αἴγισθος λαβὼν ἤθρει διαιρῶν. τοῦ δὲ νεύοντος κάτω ὄνυχας ἐπ ἄκρους στὰς κασίγνητος σέθεν ἐς σφονδύλους ἔπαισε, νωτιαῖα δὲ ἔρρηξεν ἄρθρα: πᾶν δὲ σῶμ ἄνω κάτω ἤσπαιρεν ἠλάλαζε δυσθνῄσκων φόνῳ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기