호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦτον μὲν οὖν μεθεῖσαν ἐκ μέσου λόγον:? λαβὲ σίδηρον, ὦ ξένε, δεῖξόν τε φήμην ἔτυμον ἀμφὶ Θεσσαλῶν. λόγχας δὲ θέντες δεσπότου φρουρήματα δμῶες πρὸς ἔργον πάντες ἱέσαν χέρας: οἳ μὲν σφαγεῖον ἔφερον, οἳ δ ᾖρον κανᾶ, ἄλλοι δὲ πῦρ ἀνῆπτον ἀμφί τ ἐσχάρας λέβητας ὤρθουν: πᾶσα δ ἐκτύπει στέγη. λαβὼν δὲ προχύτας μητρὸς εὐνέτης σέθεν ἔβαλλε βωμούς, τοιάδ ἐννέπων ἔπη: νύμφαι πετραῖαι, πολλάκις με βουθυτεῖν καὶ τὴν κατ οἴκους Τυνδαρίδα δάμαρτ ἐμὴν πράσσοντας ὡς νῦν, τοὺς δ ἐμοὺς ἐχθροὺς κακῶς - λέγων Ὀρέστην καὶ σέ. δεσπότης δ ἐμὸς τἀναντί ηὔχετ, οὐ γεγωνίσκων λόγους, λαβεῖν πατρῷα δώματ. ἐκ κανοῦ δ ἑλὼν Αἴγισθος ὀρθὴν σφαγίδα, μοσχείαν τρίχα τεμὼν ἐφ ἁγνὸν πῦρ ἔθηκε δεξιᾷ, κἄσφαξ ἐπ ὤμων μόσχον ὡς ἦραν χεροῖν δμῶες, λέγει δὲ σῷ κασιγνήτῳ τάδε: Ἐκ τῶν καλῶν κομποῦσι τοῖσι Θεσσαλοῖς εἶναι τόδ, ὅστις ταῦρον ἀρταμεῖ καλῶς ἵππους τ ὀχμάζει:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기