- 텍스트

Euripides, episode 1:

(에우리피데스, episode 1:)

ἐπεὶ μελάθρων τῶνδ ἀπήραμεν πόδα, ἐσβάντες ᾖμεν δίκροτον εἰς ἁμαξιτὸν ἔνθ ἦν ὁ κλεινὸς τῶν Μυκηναίων ἄναξ.? κυρεῖ δὲ κήποις ἐν καταρρύτοις βεβώς, δρέπων τερείνης μυρσίνης κάρᾳ πλόκους: ἰδών τ ἀυτεῖ: Χαίρετ, ὦ ξένοι: τίνες πόθεν πορεύεσθ· ἔστε τ ἐκ ποίας χθονός· ὁ δ εἶπ Ὀρέστης: Θεσσαλοί: πρὸς δ Ἀλφεὸν θύσοντες ἐρχόμεσθ Ὀλυμπίῳ Διί. κλύων δὲ ταῦτ Αἴγισθος ἐννέπει τάδε: νῦν μὲν παρ ἡμῖν χρὴ συνεστίους ἐμοὶ θοίνης γενέσθαι: τυγχάνω δὲ βουθυτῶν νύμφαις: ἑῷοι δ ἐξαναστάντες λέχους ἐς ταὐτὸν ἥξετ. ἀλλ ἰώμεν ἐς δόμους - καὶ ταῦθ ἅμ ἠγόρευε καὶ χερὸς λαβὼν παρῆγεν ἡμᾶς - οὐδ ἀπαρνεῖσθαι χρεών: ἐπεὶ δ ἐν οἴκοις ἦμεν, ἐννέπει τάδε: λούτρ ὡς τάχιστα τοῖς ξένοις τις αἰρέτω, ὡς ἀμφὶ βωμὸν στῶσι χερνίβων πέλας. ἀλλ εἶπ Ὀρέστης: Ἀρτίως ἡγνίσμεθα λουτροῖσι καθαροῖς ποταμίων ῥείθρων ἄπο. εἰ δὲ ξένους ἀστοῖσι συνθύειν χρεών, Αἴγισθ, ἕτοιμοι κοὐκ ἀπαρνούμεσθ, ἄναξ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION