- 텍스트

Euripides, episode 7:

(에우리피데스, episode 7:)

νῦν ἢ πάροιθεν μᾶλλον, Ἠλέκτρα, χαρᾷ θερμαινόμεσθα καρδίαν:? ἴσως γὰρ ἂν μόλις προβαίνους ἡ τύχη σταίη καλῶς. ὦ τλῆμον, εἰδὼς δωμάτων χρείαν σέθεν τί τούσδ ἐδέξω μείζονας σαυτοῦ ξένους· τί δ· εἴπερ εἰσὶν ὡς δοκοῦσιν εὐγενεῖς, οὐκ ἔν τε μικροῖς ἔν τε μὴ στέρξους ὁμῶς· ἐπεί νυν ἐξήμαρτες ἐν σμικροῖσιν ὤν, ἔλθ ὡς παλαιὸν τροφὸν ἐμοῦ φίλον πατρός, ὃς ἀμφὶ ποταμὸν Τάναον Ἀργείας ὁρ´ους τέμνοντα γαίας Σπαρτιάτιδός τε γῆς ποίμναις ὁμαρτεῖ πόλεος ἐκβεβλημένος: κέλευε δ αὐτὸν τῶνδ ἐμοὐσαφιγμένων ἐλθεῖν, ξένων τ ἐς δαῖτα πορσῦναί τινα. ἡσθήσεταί τοι καὶ προσεύξεται θεοῖς, ζῶντ εἰσακούσας παῖδ ὃν ἐκσῴζει ποτέ. οὐ γὰρ πατρῴων ἐκ δόμων μητρὸς πάρα λάβοιμεν ἄν τι: πικρὰ δ ἀγγείλαιμεν ἄν, εἰ ζῶντ Ὀρέστην ἡ τάλαιν αἴσθοιτ ἔτι. ἀλλ, εἰ δοκεῖ σοι, τούσδ ἀπαγγελῶ λόγους γέροντι: χώρει δ ἐς δόμους ὅσον τάχος καὶ τἄνδον ἐξάρτυε. πολλά τοι γυνὴ χρῄζους ἂν εὑρ´οι δαιτὶ προσφορήματα. ἔστιν δὲ δὴ τοσαῦτά γ ἐν δόμοις ἔτι, ὥσθ ἕν γ ἐπ ἦμαρ τούσδε πληρῶσαι βορᾶς. ἐν τοῖς τοιούτοις δ ἡνίκ ἂν γνώμης πέσω, σκοπῶ τὰ χρήμαθ ὡς ἔχει μέγα σθένος, ξένοις τε δοῦναι σῶμά τ ἐς νόσους πεσὸν δαπάναισι σῷσαι: τῆς δ ἐφ ἡμέραν βορᾶς ἐς σμικρὸν ἥκει: πᾶς γὰρ ἐμπλησθεὶς ἀνὴρ ὁ πλούσιός τε χὡ πένης ἴσον φέρει.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION