호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πρὸς θεῶν, ὅδ ἁνὴρ ὃς συνεκκλέπτει γάμους τοὺς σούς, Ὀρέστην οὐ καταισχύνειν θέλων·? οὗτος κέκληται πόσις ἐμὸς τῆς ἀθλίας. φεῦ: οὐκ ἔστ ἀκριβὲς οὐδὲν εἰς εὐανδρίαν: ἔχουσι γὰρ ταραγμὸν αἱ φύσεις βροτῶν. ἤδη γὰρ εἶδον ἄνδρα γενναίου πατρὸς τὸ μηδὲν ὄντα, χρηστά τ ἐκ κακῶν τέκνα, λιμόν τ ἐν ἀνδρὸς πλουσίου φρονήματι, γνώμην τε μεγάλην ἐν πένητι σώματι. πῶς οὖν τις αὐτὰ διαλαβὼν ὀρθῶς κρινεῖ· πλούτῳ· πονηρῷ τἄρα χρήσεται κριτῇ. ἢ τοῖς ἔχουσι μηδέν· ἀλλ ἔχει νόσον πενία, διδάσκει δ ἄνδρα τῇ χρείᾳ κακόν. ἀλλ εἰς ὅπλ ἔλθω· τίς δὲ πρὸς λόγχην βλέπων μάρτυς γένοιτ ἂν ὅστις ἐστὶν ἁγαθός· κράτιστον εἰκῇ ταῦτ ἐᾶν ἀφειμένα. οὗτος γὰρ ἁνὴρ οὔτ ἐν Ἀργείοις μέγας οὔτ αὖ δοκήσει δωμάτων ὠγκωμένος, ἐν τοῖς δὲ πολλοῖς ὤν, ἄριστος ηὑρέθη. οὐ μὴ ἀφρονήσεθ, οἳ κενῶν δοξασμάτων πλήρεις πλανᾶσθε, τῇ δ ὁμιλίᾳ βροτοὺς κρινεῖτε καὶ τοῖς ἤθεσιν τοὺς εὐγενεῖς· οἱ γὰρ τοιοῦτοι καὶ πόλεις οἰκοῦσιν εὖ καὶ δώμαθ: αἱ δὲ σάρκες αἱ κεναὶ φρενῶν ἀγάλματ ἀγορᾶς εἰσιν. οὐδὲ γὰρ δόρυ μᾶλλον βραχίων σθεναρὸς ἀσθενοῦς μένει: ἐν τῇ φύσει δὲ τοῦτο κἀν εὐψυχίᾳ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기