- 텍스트

Euripides, episode 2:

(에우리피데스, episode 2:)

λέγοιμ ἄν, εἰ χρή - χρὴ δὲ πρὸς φίλον λέγειν - τύχας βαρείας τὰς ἐμὰς κἀμοῦ πατρός.? - ταῦτ ἀπὼν ὑβρίζεται. ἐπεὶ δὲ κινεῖς μῦθον, ἱκετεύω, ξένε, ἄγγελλ Ὀρέστῃ τἀμὰ καὶ κείνου κακά, πρῶτον μὲν οἱοίς ἐν πέπλοις αὐλίζομαι, πίνῳ θ ὅσῳ βέβριθ, ὑπὸ στέγαισί τε οἱαίσι ναίω βασιλικῶν ἐκ δωμάτων, αὐτὴ μὲν ἐκμοχθοῦσα κερκίσιν πέπλους, ἢ γυμνὸν ἕξω σῶμα κἀστερήσομαι, αὐτὴ δὲ πηγὰς ποταμίους φορουμένη, ἀνέορτος ἱερῶν καὶ χορῶν τητωμένη. ἀναίνομαι γυναῖκας οὖσα παρθένος, ἀναίνομαι δὲ Κάστορ, ᾧ πρὶν ἐς θεοὺς ἐλθεῖν ἔμ ἐμνήστευον, οὖσαν ἐγγενῆ. μήτηρ δ ἐμὴ Φρυγίοισιν ἐν σκυλεύμασιν θρόνῳ κάθηται, πρὸς δ ἕδραισιν Ἀσίδες δμωαὶ στατίζους, ἃς ἔπερς ἐμὸς πατήρ, Ἰδαῖα φάρη χρυσέαις ἐζευγμέναι πόρπαισιν. αἷμα δ ἔτι πατρὸς κατὰ στέγας μέλαν σέσηπεν, ὃς δ ἐκεῖνον ἔκτανεν, ἐς ταὐτὰ βαίνων ἁρ´ματ ἐκφοιτᾷ πατρί, καὶ σκῆπτρ ἐν οἷς Ἕλλησιν ἐστρατηλάτει μιαιφόνοισι χερσὶ γαυροῦται λαβών. Ἀγαμέμνονος δὲ τύμβος ἠτιμασμένος οὔπω χοάς ποτ οὐδὲ κλῶνα μυρσίνης ἔλαβε, πυρὰ δὲ χέρσος ἀγλαϊσμάτων. μέθῃ δὲ βρεχθεὶς τῆς ἐμῆς μητρὸς πόσις ὁ κλεινός, ὡς λέγουσιν, ἐνθρῴσκει τάφῳ πέτροις τε λεύει μνῆμα λάινον πατρός, καὶ τοῦτο τολμᾷ τοὔπος εἰς ἡμᾶς λέγειν: ποῦ παῖς Ὀρέστης· ἆρά σοι τύμβῳ καλῶς παρὼν ἀμύνει·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION