- 텍스트

Euripides, episode 1:

(에우리피데스, episode 1:)

φεῦ:? γενναῖον ἄνδρ ἔλεξας, εὖ τε δραστέον. εἰ δή ποθ ἥξει γ ἐς δόμους ὁ νῦν ἀπών. μήτηρ δέ ς ἡ τεκοῦσα ταῦτ ἠνέσχετο· γυναῖκες ἀνδρῶν, ὦ ξέν, οὐ παίδων φίλαι. τίνος δέ ς οὕνεχ ὕβρις Αἴγισθος τάδε· τεκεῖν μ ἐβούλετ ἀσθενῆ, τοιῷδε δούς. ὡς δῆθε παῖδας μὴ τέκοις ποινάτορας· τοιαῦτ ἐβούλευς: ὧν ἐμοὶ δοίη δίκην. οἶδεν δέ ς οὖσαν παρθένον μητρὸς πόσις· οὐκ οἶδε: σιγῇ τοῦθ ὑφαιρούμεσθά νιν. αἵδ οὖν φίλαι σοι τούσδ ἀκούουσιν λόγους· ὥστε στέγειν γε τἀμὰ καὶ ς ἔπη καλῶς. τί δῆτ Ὀρέστης πρὸς τόδ, Ἄργος ἢν μόλῃ· ἤρου τόδ· αἰσχρόν γ εἶπας: οὐ γὰρ νῦν ἀκμή· ἐλθὼν δὲ δὴ πῶς φονέας ἂν κτάνοι πατρός· τολμῶν ὑπ ἐχθρῶν οἷ ἐτολμήθη πατήρ. ἦ καὶ μετ αὐτοῦ μητέρ ἂν τλαίης κτανεῖν· ταὐτῷ γε πελέκει τῷ πατὴρ ἀπώλετο. λέγω τάδ αὐτῷ, καὶ βέβαια τἀπὸ σοῦ· θάνοιμι μητρὸς αἷμ ἐπισφάξας ἐμῆς. φεῦ: εἴθ ἦν Ὀρέστης πλησίον κλύων τάδε. ἀλλ, ὦ ξέν, οὐ γνοίην ἂν εἰσιδοῦσά νιν. νέα γάρ, οὐδὲν θαῦμ, ἀπεζεύχθης νέου. εἷς ἂν μόνος νιν τῶν ἐμῶν γνοίη φίλων. ἆρ ὃν λέγουσιν αὐτὸν ἐκκλέψαι φόνου· πατρός γε παιδαγωγὸς ἀρχαῖος γέρων. ὁ κατθανὼν δὲ σὸς πατὴρ τύμβου κυρεῖ· ἔκυρσεν ὡς ἔκυρσεν, ἐκβληθεὶς δόμων. οἴμοι, τόδ οἱο῀ν εἶπας: - αἴσθησις γὰρ οὖν κἀκ τῶν θυραίων πημάτων δάκνει βροτούς. λέξον δ, ἵν εἰδὼς σῷ κασιγνήτῳ φέρω λόγους ἀτερπεῖς, ἀλλ ἀναγκαίους κλύειν. ἔνεστι δ οἶκτος ἀμαθίᾳ μὲν οὐδαμοῦ, σοφοῖσι δ ἀνδρῶν: καὶ γὰρ οὐδ ἀζήμιον γνώμην ἐνεῖναι τοῖς σοφοῖς λίαν σοφήν. κἀγὼ τὸν αὐτὸν τῷδ ἔρον ψυχῆς ἔχω. πρόσω γὰρ ἄστεως οὖσα τἀν πόλει κακὰ οὐκ οἶδα, νῦν δὲ βούλομαι κἀγὼ μαθεῖν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION