호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πυλάδη, σὲ γὰρ δὴ πρῶτον ἀνθρώπων ἐγὼ πιστὸν νομίζω καὶ φίλον ξένον τ ἐμοί:? μόνος δ Ὀρέστην τόνδ ἐθαύμαζες φίλων, πράσσονθ ἃ πράσσω δείν ὑπ Αἰγίσθου παθών, ὅς μου κατέκτα πατέρα - χἡ πανώλεθρος μήτηρ. ἀφῖγμαι δ ἐκ θεοῦ μυστηρίων Ἀργεῖον οὖδας οὐδενὸς ξυνειδότος, φόνον φονεῦσι πατρὸς ἀλλάξων ἐμοῦ. νυκτὸς δὲ τῆσδε πρὸς τάφον μολὼν πατρὸς δάκρυά τ ἔδωκα καὶ κόμης ἀπηρξάμην πυρᾷ τ ἐπέσφαξ αἷμα μηλείου φόνου, λαθὼν τυράννους οἳ κρατοῦσι τῆσδε γῆς. καὶ τειχέων μὲν ἐντὸς οὐ βαίνω πόδα, δυοῖν δ ἅμιλλαν ξυντιθεὶς ἀφικόμην πρὸς τέρμονας γῆς τῆσδ, ἵν ἐκβάλω ποδὶ ἄλλην ἐπ αἰᾶν, εἴ μέ τις γνοίη σκοπῶν, ζητῶν τ ἀδελφήν: φασὶ γάρ νιν ἐν γάμοις ζευχθεῖσαν οἰκεῖν οὐδὲ παρθένον μένειν: ὡς συγγένωμαι καὶ φόνου ξυνεργάτιν λαβὼν τά γ εἴσω τειχέων σαφῶς μάθω.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기