호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅστις δέ μ εἶναί φησι μῶρον, εἰ λαβὼν νέαν ἐς οἴκους παρθένον μὴ θιγγάνω, γνώμης πονηροῖς κανόσιν ἀναμετρούμενος τὸ σῶφρον ἴστω καὐτὸς αὖ τοιοῦτος ὤν.? ὦ νὺξ μέλαινα, χρυσέων ἄστρων τροφέ, ἐν ᾗ τόδ ἄγγος τῷδ ἐφεδρεῦον κάρᾳ φέρουσα πηγὰς ποταμίας μετέρχομαι - οὐ δή τι χρείας ἐς τοσόνδ ἀφιγμένη, ἀλλ ὡς ὕβριν δείξωμεν Αἰγίσθου θεοῖς - γόους τ ἀφίημ αἰθέρ ἐς μέγαν πατρί. ἡ γὰρ πανώλης Τυνδαρίς, μήτηρ ἐμή, ἐξέβαλέ μ οἴκων, χάριτα τιθεμένη πόσει: τεκοῦσα δ ἄλλους παῖδας Αἰγίσθῳ πάρα πάρεργ Ὀρέστην κἀμὲ ποιεῖται δόμων - τί γὰρ τάδ, ὦ δύστην, ἐμὴν μοχθεῖς χάριν πόνους ἔχουσα, πρόσθεν εὖ τεθραμμένη, καὶ ταῦτ ἐμοῦ λέγοντος οὐκ ἀφίστασαι· ἐγώ ς ἴσον θεοῖσιν ἡγοῦμαι φίλον: ἐν τοῖς ἐμοῖς γὰρ οὐκ ἐνύβρισας κακοῖς. μεγάλη δὲ θνητοῖς μοῖρα συμφορᾶς κακῆς ἰατρὸν εὑρεῖν, ὡς ἐγὼ σὲ λαμβάνω. δεῖ δή με κἀκέλευστον εἰς ὅσον σθένω μόχθου πικουφίζουσαν, ὡς ῥᾷον φέρῃς, συνεκκομίζειν σοι πόνους. ἅλις δ ἔχεις τἄξωθεν ἔργα: τἀν δόμοις δ ἡμᾶς χρεὼν ἐξευτρεπίζειν. εἰσιόντι δ ἐργάτῃ θύραθεν ἡδὺ τἄνδον εὑρίσκειν καλῶς. εἴ τοι δοκεῖ σοι, στεῖχε: καὶ γὰρ οὐ πρόσω πηγαὶ μελάθρων τῶνδ. ἐγὼ δ ἅμ ἡμέρᾳ βοῦς εἰς ἀρούρας ἐσβαλὼν σπερῶ γύας. ἀργὸς γὰρ οὐδεὶς θεοὺς ἔχων ἀνὰ στόμα βίον δύναιτ ἂν ξυλλέγειν ἄνευ πόνου.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기