호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ δὲ καὶ τοῦτ ἦν φόβου πολλοῦ πλέων, μή τῳ λαθραίως τέκνα γενναίῳ τέκοι, κτανεῖν σφε βουλεύσαντος, ὠμόφρων ὅμως μήτηρ νιν ἐξέσῳσεν Αἰγίσθου χερός.? στένω δὲ τὸν λόγοισι κηδεύοντ ἐμοὶ ἄθλιον Ὀρέστην, εἴ ποτ εἰς Ἄργος μολὼν γάμους ἀδελφῆς δυστυχεῖς ἐσόψεται. ἐς μὲν γὰρ ἄνδρα σκῆψιν εἶχ ὀλωλότα, παίδων δ ἔδεισε μὴ φθονηθείη φόνῳ. ἐκ τῶνδε δὴ τοιόνδ ἐμηχανήσατο Αἴγισθος: ὃς μὲν γῆς ἀπηλλάχθη φυγὰς Ἀγαμέμνονος παῖς, χρυσὸν εἶφ ὃς ἂν κτάνῃ, ἡμῖν δὲ δὴ δίδωσιν Ἠλέκτραν ἔχειν δάμαρτα, πατέρων μὲν Μυκηναίων ἄπο γεγῶσιν - οὐ δὴ τοῦτό γ ἐξελέγχομαι: λαμπροὶ γὰρ ἐς γένος γε, χρημάτων δὲ δὴ πένητες, ἔνθεν ηὑγένει ἀπόλλυται - ὡς ἀσθενεῖ δοὺς ἀσθενῆ λάβοι φόβον. εἰ γάρ νιν ἔσχεν ἀξίωμ ἔχων ἀνήρ, εὕδοντ ἂν ἐξήγειρε τὸν Ἀγαμέμνονος φόνον δίκη τ ἂν ἦλθεν Αἰγίσθῳ τότε. ἣν οὔποθ ἁνὴρ ὅδε - σύνοιδέ μοι Κύπρις - ᾔσχυνεν εὐνῇ: παρθένος δ ἔτ ἐστὶ δή. αἰσχύνομαι γὰρ ὀλβίων ἀνδρῶν τέκνα λαβὼν ὑβρίζειν, οὐ κατάξιος γεγώς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기