- 텍스트

Euripides, episode 1:

(에우리피데스, episode 1:)

ὦ γῆς παλαιὸν ἄργος, Ἰνάχου ῥοαί, ὅθεν ποτ ἄρας ναυσὶ χιλίαις Ἄρη ἐς γῆν ἔπλευσε Τρῳάδ Ἀγαμέμνων ἄναξ.? κτείνας δὲ τὸν κρατοῦντ ἐν Ἰλιάδι χθονὶ Πρίαμον, ἑλών τε Δαρδάνου κλεινὴν πόλιν, ἀφίκετ ἐς τόδ Ἄργος, ὑψηλῶν δ ἐπὶ ναῶν ἔθηκε σκῦλα πλεῖστα βαρβάρων. κἀκεῖ μὲν εὐτύχησεν: ἐν δὲ δώμασι θνῄσκει γυναικὸς πρὸς Κλυταιμήστρας δόλῳ καὶ τοῦ Θυέστου παιδὸς Αἰγίσθου χερί. χὣ μὲν παλαιὰ σκῆπτρα Ταντάλου λιπὼν ὄλωλεν, Αἴγισθος δὲ βασιλεύει χθονός, ἄλοχον ἐκείνου Τυνδαρίδα κόρην ἔχων. οὓς δ ἐν δόμοισιν ἔλιφ ὅτ ἐς Τροίαν ἔπλει, ἄρσενά τ Ὀρέστην θῆλύ τ Ἠλέκτρας θάλος, τὸν μὲν πατρὸς γεραιὸς ἐκκλέπτει τροφεὺς μέλλοντ Ὀρέστην χερὸς ὑπ Αἰγίσθου θανεῖν Στροφίῳ τ ἔδωκε Φωκέων ἐς γῆν τρέφειν: ἣ δ ἐν δόμοις ἔμεινεν Ἠλέκτρα πατρός, ταύτην ἐπειδὴ θαλερὸς εἶχ ἥβης χρόνος, μνηστῆρες ᾔτουν Ἑλλάδος πρῶτοι χθονός. δείσας δὲ μή τῳ παῖδ ἀριστέων τέκοι Ἀγαμέμνονος ποινάτορ, εἶχεν ἐν δόμοις Αἴγισθος οὐδ ἡρ´μοζε νυμφίῳ τινί.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION