호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ γῆς παλαιὸν ἄργος, Ἰνάχου ῥοαί, ὅθεν ποτ ἄρας ναυσὶ χιλίαις Ἄρη ἐς γῆν ἔπλευσε Τρῳάδ Ἀγαμέμνων ἄναξ.? κτείνας δὲ τὸν κρατοῦντ ἐν Ἰλιάδι χθονὶ Πρίαμον, ἑλών τε Δαρδάνου κλεινὴν πόλιν, ἀφίκετ ἐς τόδ Ἄργος, ὑψηλῶν δ ἐπὶ ναῶν ἔθηκε σκῦλα πλεῖστα βαρβάρων. κἀκεῖ μὲν εὐτύχησεν: ἐν δὲ δώμασι θνῄσκει γυναικὸς πρὸς Κλυταιμήστρας δόλῳ καὶ τοῦ Θυέστου παιδὸς Αἰγίσθου χερί. χὣ μὲν παλαιὰ σκῆπτρα Ταντάλου λιπὼν ὄλωλεν, Αἴγισθος δὲ βασιλεύει χθονός, ἄλοχον ἐκείνου Τυνδαρίδα κόρην ἔχων. οὓς δ ἐν δόμοισιν ἔλιφ ὅτ ἐς Τροίαν ἔπλει, ἄρσενά τ Ὀρέστην θῆλύ τ Ἠλέκτρας θάλος, τὸν μὲν πατρὸς γεραιὸς ἐκκλέπτει τροφεὺς μέλλοντ Ὀρέστην χερὸς ὑπ Αἰγίσθου θανεῖν Στροφίῳ τ ἔδωκε Φωκέων ἐς γῆν τρέφειν: ἣ δ ἐν δόμοις ἔμεινεν Ἠλέκτρα πατρός, ταύτην ἐπειδὴ θαλερὸς εἶχ ἥβης χρόνος, μνηστῆρες ᾔτουν Ἑλλάδος πρῶτοι χθονός. δείσας δὲ μή τῳ παῖδ ἀριστέων τέκοι Ἀγαμέμνονος ποινάτορ, εἶχεν ἐν δόμοις Αἴγισθος οὐδ ἡρ´μοζε νυμφίῳ τινί. ἐπεὶ δὲ καὶ τοῦτ ἦν φόβου πολλοῦ πλέων, μή τῳ λαθραίως τέκνα γενναίῳ τέκοι, κτανεῖν σφε βουλεύσαντος, ὠμόφρων ὅμως μήτηρ νιν ἐξέσῳσεν Αἰγίσθου χερός.
στένω δὲ τὸν λόγοισι κηδεύοντ ἐμοὶ ἄθλιον Ὀρέστην, εἴ ποτ εἰς Ἄργος μολὼν γάμους ἀδελφῆς δυστυχεῖς ἐσόψεται. ἐς μὲν γὰρ ἄνδρα σκῆψιν εἶχ ὀλωλότα, παίδων δ ἔδεισε μὴ φθονηθείη φόνῳ. ἐκ τῶνδε δὴ τοιόνδ ἐμηχανήσατο Αἴγισθος: ὃς μὲν γῆς ἀπηλλάχθη φυγὰς Ἀγαμέμνονος παῖς, χρυσὸν εἶφ ὃς ἂν κτάνῃ, ἡμῖν δὲ δὴ δίδωσιν Ἠλέκτραν ἔχειν δάμαρτα, πατέρων μὲν Μυκηναίων ἄπο γεγῶσιν - οὐ δὴ τοῦτό γ ἐξελέγχομαι: λαμπροὶ γὰρ ἐς γένος γε, χρημάτων δὲ δὴ πένητες, ἔνθεν ηὑγένει ἀπόλλυται - ὡς ἀσθενεῖ δοὺς ἀσθενῆ λάβοι φόβον. εἰ γάρ νιν ἔσχεν ἀξίωμ ἔχων ἀνήρ, εὕδοντ ἂν ἐξήγειρε τὸν Ἀγαμέμνονος φόνον δίκη τ ἂν ἦλθεν Αἰγίσθῳ τότε. ἣν οὔποθ ἁνὴρ ὅδε - σύνοιδέ μοι Κύπρις - ᾔσχυνεν εὐνῇ: παρθένος δ ἔτ ἐστὶ δή. αἰσχύνομαι γὰρ ὀλβίων ἀνδρῶν τέκνα λαβὼν ὑβρίζειν, οὐ κατάξιος γεγώς. ὅστις δέ μ εἶναί φησι μῶρον, εἰ λαβὼν νέαν ἐς οἴκους παρθένον μὴ θιγγάνω, γνώμης πονηροῖς κανόσιν ἀναμετρούμενος τὸ σῶφρον ἴστω καὐτὸς αὖ τοιοῦτος ὤν.
ὦ νὺξ μέλαινα, χρυσέων ἄστρων τροφέ, ἐν ᾗ τόδ ἄγγος τῷδ ἐφεδρεῦον κάρᾳ φέρουσα πηγὰς ποταμίας μετέρχομαι - οὐ δή τι χρείας ἐς τοσόνδ ἀφιγμένη, ἀλλ ὡς ὕβριν δείξωμεν Αἰγίσθου θεοῖς - γόους τ ἀφίημ αἰθέρ ἐς μέγαν πατρί. ἡ γὰρ πανώλης Τυνδαρίς, μήτηρ ἐμή, ἐξέβαλέ μ οἴκων, χάριτα τιθεμένη πόσει: τεκοῦσα δ ἄλλους παῖδας Αἰγίσθῳ πάρα πάρεργ Ὀρέστην κἀμὲ ποιεῖται δόμων - τί γὰρ τάδ, ὦ δύστην, ἐμὴν μοχθεῖς χάριν πόνους ἔχουσα, πρόσθεν εὖ τεθραμμένη, καὶ ταῦτ ἐμοῦ λέγοντος οὐκ ἀφίστασαι· ἐγώ ς ἴσον θεοῖσιν ἡγοῦμαι φίλον: ἐν τοῖς ἐμοῖς γὰρ οὐκ ἐνύβρισας κακοῖς. μεγάλη δὲ θνητοῖς μοῖρα συμφορᾶς κακῆς ἰατρὸν εὑρεῖν, ὡς ἐγὼ σὲ λαμβάνω. δεῖ δή με κἀκέλευστον εἰς ὅσον σθένω μόχθου πικουφίζουσαν, ὡς ῥᾷον φέρῃς, συνεκκομίζειν σοι πόνους. ἅλις δ ἔχεις τἄξωθεν ἔργα: τἀν δόμοις δ ἡμᾶς χρεὼν ἐξευτρεπίζειν. εἰσιόντι δ ἐργάτῃ θύραθεν ἡδὺ τἄνδον εὑρίσκειν καλῶς. εἴ τοι δοκεῖ σοι, στεῖχε: καὶ γὰρ οὐ πρόσω πηγαὶ μελάθρων τῶνδ. ἐγὼ δ ἅμ ἡμέρᾳ βοῦς εἰς ἀρούρας ἐσβαλὼν σπερῶ γύας. ἀργὸς γὰρ οὐδεὶς θεοὺς ἔχων ἀνὰ στόμα βίον δύναιτ ἂν ξυλλέγειν ἄνευ πόνου. Πυλάδη, σὲ γὰρ δὴ πρῶτον ἀνθρώπων ἐγὼ πιστὸν νομίζω καὶ φίλον ξένον τ ἐμοί:
μόνος δ Ὀρέστην τόνδ ἐθαύμαζες φίλων, πράσσονθ ἃ πράσσω δείν ὑπ Αἰγίσθου παθών, ὅς μου κατέκτα πατέρα - χἡ πανώλεθρος μήτηρ. ἀφῖγμαι δ ἐκ θεοῦ μυστηρίων Ἀργεῖον οὖδας οὐδενὸς ξυνειδότος, φόνον φονεῦσι πατρὸς ἀλλάξων ἐμοῦ. νυκτὸς δὲ τῆσδε πρὸς τάφον μολὼν πατρὸς δάκρυά τ ἔδωκα καὶ κόμης ἀπηρξάμην πυρᾷ τ ἐπέσφαξ αἷμα μηλείου φόνου, λαθὼν τυράννους οἳ κρατοῦσι τῆσδε γῆς. καὶ τειχέων μὲν ἐντὸς οὐ βαίνω πόδα, δυοῖν δ ἅμιλλαν ξυντιθεὶς ἀφικόμην πρὸς τέρμονας γῆς τῆσδ, ἵν ἐκβάλω ποδὶ ἄλλην ἐπ αἰᾶν, εἴ μέ τις γνοίη σκοπῶν, ζητῶν τ ἀδελφήν: φασὶ γάρ νιν ἐν γάμοις ζευχθεῖσαν οἰκεῖν οὐδὲ παρθένον μένειν: ὡς συγγένωμαι καὶ φόνου ξυνεργάτιν λαβὼν τά γ εἴσω τειχέων σαφῶς μάθω. νῦν οὖν - ἑώς γὰρ λευκὸν ὄμμ ἀναίρεται - ἔξω τρίβου τοῦδ ἴχνος ἀλλαξώμεθα.
ἢ γάρ τις ἀροτὴρ ἤ τις οἰκέτις γυνὴ φανήσεται νῷν, ἥντιν ἱστορήσομεν εἰ τούσδε ναίει σύγγονος τόπους ἐμή. ἀλλ - εἰσορῶ γὰρ τήνδε προσπόλον τινά, πηγαῖον ἄχθος ἐν κεκαρμένῳ κάρᾳ φέρουσαν - ἑζώμεσθα κἀκπυθώμεθα δούλης γυναικός, ἤν τι δεξώμεσθ ἔπος ἐφ οἷσι, Πυλάδη, τήνδ ἀφίγμεθα χθόνα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기