호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀρκέσουσι δὲ ἐκ τοῦ προοιμίου δύο ληφθεῖσαι μόναι, ἥ τε δηλοῦσα τὴν ἀσθένειαν τῶν ἀρχαίων τῆς Ἑλλάδος πραγμάτων καὶ τὰς αἰτίας ἀποδιδοῦσα:? τῆς γὰρ ἐμπορίας οὐκ οὔσης, οὐδὲ ἐπιμιγνύντες ἀδεῶς ἀλλήλοις οὔτε κατὰ γῆν οὔτε διὰ θαλάσσης, νεμόμενοί τε τὰ αὑτῶν ἕκαστοι ὅσον ἀποζῆν καὶ περιουσίαν χρημάτων οὐκ ἔχοντες, οὔτε γῆν φυτεύοντες, ἄδηλον ὀ`ν πότε τις ἐπελθὼν καὶ ἅμ ἀτειχίστων ὄντων ἄλλος ἀφαιρήσεται: τῆς τε ἀναγκαίου τροφῆς πανταχοῦ ἂν ὁμοίως ἐπικρατήσειν οἰόμενοι οὐ χαλεπῶς ἀνίσταντο εἰ γὰρ τὸ οὐ χαλεπῶς ἀνίσταντο προσέθηκεν τῇ πρώτῃ περιόδῳ καὶ ἐσχημάτισεν οὕτως: τῆς γὰρ ἐμπορίας οὐκ οὔσης, οὐδ ἐπιμιγνύντες ἀδεῶς ἀλλήλοις οὔτε κατὰ γῆν οὔτε κατὰ θάλασσαν, νεμόμενοι δὲ τὰ ἑαυτῶν ἕκαστοι ὅσον ἀποζῆν οὐ χαλεπῶς ἀνίσταντο, φανερωτέραν ἂν ἐποίει τὴν διάνοιαν: τῇ δὲ παρεμβολῇ τῶν μεταξὺ πραγμάτων πολλῶν ὄντων ἀσαφῆ καὶ δυσπαρακολούθητον πεποίηκεν, καὶ ἡ περὶ τῆς Εὐρυσθέως στρατείας ἐπὶ τὴν Ἀττικὴν ἥδε:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기