호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
σωφροσύνην γὰρ λαβοῦσαι αἱ πόλεις καὶ ἄδειαν τῶν πρασσομένων ἐχώρησαν ἐπὶ τὴν ἄντικρυς ἐλευθερίαν, τῆς ἀπὸ τῶν Ἀθηναίων ὑπούλου εὐνομίας οὐ προτιμήσαντες.? οἱ μὲν γὰρ ἀκολούθως τῇ κοινῇ συνηθείᾳ σχηματίζοντες τὴν φράσιν τῷ τε θηλυκῷ γένει τῆς προσηγορίας τὸ θηλυκὸν ἂν ἔζευξαν μόριον, καὶ τὴν πτῶσιν τὴν αἰτιατικὴν ἂν ἀντὶ τῆς γενικῆς ἔταξαν τὸν τρόπον τόνδε: σωφροσύνην γὰρ λαβοῦσαι αἱ πόλεις καὶ ἄδειαν τῶν πρασσομένων ἐχώρησαν ἐπὶ τὴν ἄντικρυς ἐλευθερίαν, τὴν ἀπὸ τῶν Ἀθηναίων ὕπουλον εὐνομίαν οὐ προτιμήσασαι. οἱ δὲ τὰ ἀρρενικὰ τοῖς θηλυκοῖς συντάττοντες, ὥσπερ οὗτος πεποίηκεν, καὶ τὰς γενικὰς ἀντὶ τῶν αἰτιατικῶν πτώσεων παραλαμβάνοντες σολοικίζειν ἂν ὑφ ἡμῶν λέγοιντο. καὶ ἔτι τὰ τοιαῦτα:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기