호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ εἴ τῳ ἄρα παρέστηκεν τὸν μὲν Συρακόσιον, αὑτὸν δὲ οὐ πολέμιον εἶναι τῷ Ἀθηναίῳ:? βούλεται μὲν γὰρ τοὺς Συρακοσίους λέγειν καὶ τοὺς Ἀθηναίους, πεποίηκεν δὲ τῶν ὀνομάτων ἑκάτερον ἑνικόν. καὶ ἐν οἷς φησιν: καὶ τὸν πολέμιον δεινότερον ἕξομεν, μὴ ῥᾳδίας αὐτῷ πάλιν οὔσης τῆς ἀναχωρήσεως: τοὺς γὰρ πολεμίους ἐσχημάτικεν ἑνικῶς, οὐχὶ πληθυντικῶς. ἀντὶ δὲ τοῦ ἑνικοῦ τὸ πληθυντικὸν παραλαμβάνει τοῦτον τὸν τρόπον ἐξαλλάττων τὴν συνήθη φράσιν: κεῖται δὲ ἡ λέξις ἐν τῷ προοιμίῳ τοῦ ἐπιταφίου: μέχρι γὰρ τοῦδε ἀνεκτοὶ οἱ ἔπαινοί εἰσιν περὶ ἑτέρων λεγόμενοι, ἐς ὅσον ἂν καὶ αὐτὸς ἕκαστος οἰήται ἱκανὸς εἶναι δρᾶσαί τι ὧν ἤκουσεν: τὸ γὰρ ἕκαστος καὶ τὸ ἤκουσεν ἑνικά, τὰ δ ἐπιφερόμενα τούτοις πληθυντικῶς ἐξενήνεκται:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기