호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅταν μὲν οὖν μίαν λέξιν εἴτε ὀνοματικὴν εἴτε ῥηματικὴν ἐν πλείοσιν ὀνόμασιν ἢ ῥήμασιν ἐκφέρῃ περιφράζων τὴν αὐτὴν νόησιν, τοιαύτην ποιεῖ τὴν λέξιν:? ἦν γὰρ ὁ Θεμιστοκλῆς βεβαιότατα δὴ φύσεως ἰσχὺν δηλώσας καὶ διαφερόντως τι ἐς αὐτὸ μᾶλλον ἑτέρου ἄξιος θαυμάσαι. καὶ μὴν ἐν τῷ ἐπιταφίῳ γέγραφεν: οὐδ αὖ κατὰ πενίαν, ἔχων δέ τι ἀγαθὸν δρᾶσαι τὴν πόλιν, ἀξιώματος ἀφανείᾳ κεκώλυται: καὶ γὰρ ἐν τούτοις τὸ σύντομον ποιεῖ τὸν λόγον τοιοῦτον, ὡς ἐπὶ τοῦ Λακεδαιμονίου Βρασίδα τέθηκεν, ὅτε μαχόμενος περὶ Πύλον ἀπὸ τῆς νεὼς τραυματίας γενόμενος ἐξέπεσεν: πεσόντος δὲ αὐτοῦ φησίν εἰς τὴν παρεξειρεσίαν ἡ ἀσπὶς περιερρύη. βούλεται γὰρ δηλοῦν: πεσόντος δὲ αὐτοῦ ἔξω τῆς νεὼς ἐπὶ τὰ προέχοντα μέρη τῆς εἰρεσίας .?
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기