호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Γλωσσηματικὰ μὲν οὖν καὶ ἀπηρχαιωμένα καὶ δυσείκαστα τοῖς πολλοῖς ἐστι τό τε ἀκραιφνές καὶ ὁ ἐπιλογισμός καὶ ἡ περιωπή καὶ ἡ ἀνακωχή καὶ τὰ ὅμοια τούτοις.? ποιητικὰ δὲ ἥ τε κωλύμη καὶ ἡ πρέσβευσις καὶ ἡ καταβοή καὶ ἡ ἀχθηδών καὶ ἡ δικαίωσις καὶ τὰ παραπλήσια. ἡ δ ἐν τοῖς σχηματισμοῖς καινότης τε καὶ πολυτροπία καὶ ἡ ἐξαλλαγὴ τῆς συνήθους χρήσεως, ἐν ᾗ μάλιστα διαφέρειν αὐτὸν ἡγούμεθα τῶν ἄλλων, ἐπὶ τούτων γίγνεται τῶν ἔργων φανερά:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기