호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ νῦν μὲν τὸ ῥηματικὸν ὀνοματικῶς ἐκφέρων, αὖθις δὲ τοὔνομα ῥῆμα ποιῶν:? καὶ αὐτῶν γε τούτων ἀναστρέφων τὰς χρήσεις, ἵνα τὸ μὲν ὀνοματικὸν προσηγορικὸν γένηται, τὸ δὲ προσηγορικὸν ὀνοματικῶς λέγηται, καὶ τὰ μὲν παθητικὰ ῥήματα δραστήρια, τὰ δὲ δραστήρια παθητικά: πληθυντικῶν δὲ καὶ ἑνικῶν ἀλλάττων τὰς φύσεις καὶ ἀντικατηγορῶν ταῦτα ἀλλήλων, θηλυκά τ ἀρρενικοῖς καὶ ἀρρενικὰ θηλυκοῖς καὶ οὐδέτερα τούτων τισὶν συνάπτων, ἐξ ὧν ἡ κατὰ φύσιν ἀκολουθία πλανᾶται: τὰς δὲ τῶν ὀνοματικῶν ἢ μετοχικῶν πτώσεις τοτὲ μὲν πρὸς τὸ σημαινόμενον ἀπὸ τοῦ σημαίνοντος ἀποστρέφων, τοτὲ δὲ πρὸς τὸ σημαῖνον ἀπὸ τοῦ σημαινομένου: ἐν δὲ τοῖς συνδετικοῖς καὶ τοῖς προθετικοῖς μορίοις καὶ ἔτι μᾶλλον ἐν τοῖς διαρθροῦσι τὰς τῶν ὀνομάτων δυνάμεις ποιητοῦ τρόπον ἐνεξουσιάζων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기