- 텍스트

Dionysius of Halicarnassus, De Thucydidis idiomatibus (epistula ad Ammaeum), chapter 2 1:

(디오니시오스, De Thucydidis idiomatibus (epistula ad Ammaeum), chapter 2 1:)

ἕπεται δὲ τοῖς περὶ Ἡροδότου γραφεῖσιν τὰ μέλλοντα δηλοῦσθαι.? τούτῳ γὰρ Θουκυδίδης τῷ ἀνδρὶ ἐπιβαλὼν καὶ τοῖς ἄλλοις ὧν πρότερον ἐμνήσθην, καὶ συνιδών, ἃς ἕκαστος αὐτῶν ἔσχεν ἀρετάς, ἴδιόν τι γένος χαρακτῆρος, οὔτε πεζὸν αὐτοτελῶς οὔτ ἔμμετρον ἀπηρτισμένως, κοινὸν δέ τι καὶ μικτὸν ἐξ ἀμφοῖν ἐργασάμενος εἰς τὴν ἱστορικὴν πραγματείαν ἐσπούδασεν εἰσαγαγεῖν: ἐπὶ μὲν τῆς ἐκλογῆς τῶν ὀνομάτων τὴν τροπικὴν καὶ γλωττηματικὴν καὶ ἀπηρχαιωμένην καὶ ξένην λέξιν παραλαμβάνων πολλάκις ἀντὶ τῆς κοινῆς καὶ συνήθους τοῖς καθ ἑαυτὸν ἀνθρώποις, ἐπὶ δὲ τῶν σχηματισμῶν, ἐν οἷς μάλιστα ἐβουλήθη διενεγκεῖν τῶν πρὸ αὑτοῦ, πλείστην εἰσενεγκάμενος πραγματείαν, τοτὲ μὲν λόγον ἐξ ὀνόματος ποιῶν, τοτὲ δὲ εἰς ὄνομα συνάγων τὸν λόγον:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION