- 텍스트

Dionysius of Halicarnassus, De Thucydidis idiomatibus (epistula ad Ammaeum), chapter 1

(디오니시오스, De Thucydidis idiomatibus (epistula ad Ammaeum), chapter 1)

ἐγὼ μέν ὑπελάμβανον ἀρκούντως δεδηλωκέναι τὸν Θουκυδίδου χαρακτῆρα, τὰ μέγιστα καὶ κυριώτατα τῶν ὑπαρχόντων περὶ αὐτὸν ἰδιωμάτων ἐπεξελθών, ἐν οἷς γε δὴ μάλιστα διαφέρειν ἔδοξέν μοι τῶν πρὸ αὐτοῦ ῥητόρων τε καὶ συγγραφέων, πρότερον μὲν ἐν τοῖς περὶ τῶν ἀρχαίων ῥητόρων πρὸς τὸ σὸν ὄνομα συνταχθεῖσιν ὑπομνηματισμοῖς, ὀλίγοις δὲ δὴ πρόσθεν χρόνοις ἐν τῇ περὶ αὐτοῦ τοῦ Θουκυδίδου κατασκευασθείσῃ γραφῇ προσειπὼν τὸν Αἴλιον Τουβέρωνα, ἐν ᾗ πάντα τὰ δεόμενα λόγου μετὰ τῶν οἰκείων ἀποδείξεων διεξελήλυθα κατὰ τὴν ἐμαυτοῦ δύναμιν:? σοῦ δὲ ὑπολαμβάνοντος ἧττον ἠκριβῶσθαι τὰς γραφάς, ἐπειδὴ προεκθέμενος ἅπαντα τὰ συμβεβηκότα τῷ χαρακτῆρι τότε τὰς περὶ αὐτῶν πίστεις παρέχομαι, ἀκριβεστέραν δὲ τὴν δήλωσιν τῶν ἰδιωμάτων τοῦ χαρακτῆρος ἔσεσθαι νομίζοντος, εἰ παρὰ μίαν ἑκάστην τῶν προθέσεων τὰς λέξεις τοῦ συγγραφέως παρατιθείην, ὃ οἱ τὰς τέχνας καὶ τὰς εἰσαγωγὰς τῶν λόγων πραγματευόμενοι ποιοῦσιν, προελόμενος εἰς μηδὲν ἐλλείπειν καὶ τοῦτο πεποίηκα, τὸ διδασκαλικὸν σχῆμα λαβὼν ἀντὶ τοῦ ἀποδεικτικοῦ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION