호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱο῀ν ὅταν φῇ:? πέρα τοῦ δικανικοῦ τρόπου καὶ ἡ σύνθεσις ἔχει τι τοῦ ποιητικοῦ τό τε σχῆμα τῆς λέξεως ἐκ τῶν ἐπιδεικτικῶν εἴληπται παρισώσεων καὶ παρομοιώσεων. ἡγούμην δέ, εἰ μὲν προείμην τὰ χρήματα, κινδυνεύσειν. τὸ γὰρ ἀποίητόν τε καὶ ἀφελὲς τοιοῦτον: ἡγούμην δὲ παραδοὺς τὰ χρήματα κινδυνεύσειν. ἔτι ἐκεῖνο: καὶ πρὸς τούτοις, ὦ ἄνδρες δικασταί, νομίζων, εἰ μὲν αὐτοῦ μένειν ἐπιχειροίην, ἐκδοθήσεσθαί με ὑπὸ τῆς πόλεως Σαύρῳ, εἰ δὲ ἄλλοσέ ποι τραποίμην, οὐδὲν αὐτῷ μελήσειν τῶν ἐμῶν λόγων, εἰ δὲ εἰσπλευσοίμην εἰς τὸν Πόντον, ἀποθανεῖσθαί με μετὰ τοῦ πατρός. ἥ τε γὰρ περίοδος ἐκμηκύνεται καὶ . . . τό τε οὖν ἐπιχειροίην καὶ τραποίμην καὶ εἰσπλευσοίμην ἐν ἑνὶ χωρίῳ κείμενα καὶ τῶν κώλων τριῶν ὄντων τὸ μῆκος ἴσον ὑπάρχον τεκμήρια τῆς Ἰσοκράτους κατασκευῆς ἐστι. καὶ τὰ τούτοις ἐπιφερόμενα: διενοεῖτό με ἀποστερεῖν τὰ χρήματα καὶ πρὸς μὲν ἐμὲ προσεποιεῖτο ἀπορεῖν καὶ οὐκ ἂν ἔχειν παρόμοιά τε καὶ παραπλήσια ἀλλήλοις ἐστίν. καὶ πρὸς τούτοις, ἃ μετ ὀλίγον ἐπιτίθησιν: ὥστε πίστεις τε τὰς μεγίστας αὐτῷ δεδωκὼς εἰή καὶ τὴν ἀρχὴν ἔτι μείζω πεποιηκὼς ἧς εἶχε πρότερον καὶ τὴν ἀδελφὴν τὴν ἐμὴν γυναῖκα τῷ ἑαυτοῦ υἱεῖ εἰληφώς. καὶ γὰρ ἐνταῦθα πάλιν τὸ δεδωκὼς καὶ πεποιηκὼς καὶ εἰληφὼς παρόμοιον καὶ τὸ τὴν ἀρχὴν καὶ τὴν ἀδελφήν. ἔχοι δὲ ἄν τις καὶ ἄλλα πρὸς τούτοις λέγειν, ἐξ ὧν ὁ χαρακτὴρ τοῦ ῥήτορος ἔσται καταφανής, ἀνάγκη δὲ ἴσως στοχάζεσθαι τοῦ χρόνου.?
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기