- 텍스트

Dionysius of Halicarnassus, De Isocrate, chapter 18 1:

(디오니시오스, De Isocrate, chapter 18 1:)

ἐπίσταμαι γὰρ ταῦτα ὑπὸ τῶν ἀνδρῶν ἐκείνων λεγόμενα, καὶ οὔτε Ἀριστοτέλει πείθομαι ῥυπαίνειν τὸν ἄνδρα βουλομένῳ οὔτ Ἀφαρεῖ τούτου γ ἕνεκα λόγον εὐπρεπῆ πλαττομένῳ συντίθεμαι.? ἱκανὸν δὲ ἡγησάμενος εἶναι τῆς ἀληθείας βεβαιωτὴν τὸν Ἀθηναῖον Κηφισόδωρον, ὃς καὶ συνεβίωσεν Ἰσοκράτει καὶ γνησιώτατος ἀκουστὴς ἐγένετο καὶ τὴν ἀπολογίαν τὴν ὑπὲρ αὐτοῦ τὴν πάνυ θαυμαστὴν ἐν ταῖς πρὸς Ἀριστοτέλην ἀντιγραφαῖς ἐποιήσατο, πιστεύω γεγράφθαι λόγους τινὰς ὑπὸ τοῦ ἀνδρὸς εἰς δικαστήρια οὐ μέντοι πολλούς, καὶ χρῶμαι παραδείγματι ἐξ αὐτῶν ἑνί οὐ γὰρ ἐγχωρεῖ πλείοσι τῷ Τραπεζιτικῷ λεγομένῳ, ὃν ἔγραψε ξένῳ τινὶ τῶν μαθητῶν κατὰ Πασίωνος τοῦ τραπεζίτου. ἔστι δὲ ὁ λόγος οὗτος:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION