- 텍스트

Dionysius of Halicarnassus, De Isocrate, chapter 16 6:

(디오니시오스, De Isocrate, chapter 16 6:)

ὃ καὶ πάντων ἐστὶ δεινότατον, ὅτι τοῖς μὲν ἐκφέρουσιν εἰς τοὺς ἄλλους Ἕλληνας τὰ τῆς πόλεως ἁμαρτήματα τοσαύτην ἔχετε χάριν, ὅσην οὐδὲ τοῖς εὖ ποιοῦσι, πρὸς δὲ τοὺς ἐπιπλήττοντας καὶ νουθετοῦντας ὑμᾶς οὕτω θιατίθεσθε δυσκόλως, ὥσπερ πρὸς τοὺς κακόν τι τὴν πόλιν ἐργαζομένους.? ὅμως δὲ καὶ τούτων ὑπαρχόντων οὐκ ἂν ἀποσταίην ὧν διενοήθην. παρελήλυθα γὰρ οὐ χαριούμενος ὑμῖν οὐδὲ χειροτονίαν μνηστεύσων ἀλλ ἀποφανούμενος ἃ τυγχάνω γιγνώσκων, πρῶτον μὲν περὶ ὧν ὁ πρύτανις προτίθησιν, ἔπειτα περὶ τῶν ἄλλων τῶν τῆς πόλεως πραγμάτων. οὐδὲν γὰρ ὄφελος ἔσται τῶν νῦν περὶ τῆς εἰρήνης γνωσθέντων, ἂν μὴ περὶ τῶν λοιπῶν ὀρθῶς βουλευσώμεθα. φημὶ δ οὖν χρῆναι ποιεῖσθαι τὴν εἰρήνην μὴ μόνον πρὸς Χίους τε καὶ Ῥοδίους καὶ Βυζαντίους καὶ Κῴους ἀλλὰ πάντας ἀνθρώπους, καὶ χρῆσθαι ταῖς συνθήκαις μὴ ταύταις, αἷς νῦν τινες γεγράφασιν, ἀλλὰ ταῖς γενομέναις μὲν πρὸς βασιλέα καὶ Λακεδαιμονίους, προσταττούσαις δὲ τοὺς Ἕλληνας αὐτονόμους εἶναι καὶ τὰς φρουρὰς ἐκ τῶν ἀλλοτρίων πόλεων ἐξεἷναι καὶ τὴν αὑτῶν ἔχειν ἑκάστους.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION