호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὑπὸ δὲ τῶν μὴ πρὸσ ἡδονὴν συμβουλευόντων οὐδὲν ἂν πάθοιτε τοιοῦτον. οὐ γὰρ ἔστιν ὅπωσ ἂν μεταπεῖσαι δυνηθεῖεν ὑμᾶσ μὴ φανερὸν τὸ συμφέρον ποιήσαντεσ. χωρὶσ δὲ τούτων πῶσ ἂν ἄνθρωποι δυνηθεῖεν καλῶσ ἢ κρῖναι περὶ τῶν γεγενημένων ἢ βουλεύεσθαι περὶ τῶν μελλόντων, εἰ μὴ τοὺσ μὲν λόγουσ τοὺσ τῶν ἐναντιουμένων παρ’ ἀλλήλουσ ἐξετάζοιεν, αὐτοὶ δ’ αὑτοὺσ κοινοὺσ ἀμφοτέροισ ἀκροατὰσ παράσχοιεν; θαυμάζω δὲ τὰ τῶν πρεσβυτέρων, εἰ μηκέτι μνημονεύουσι, καὶ τῶν νεωτέρων, εἰ μηδενὸσ ἀκηκόασιν, ὅτι διὰ μὲν τοὺσ παραινοῦντασ ἀντέχεσθαι τῆσ εἰρήνησ οὐθὲν πώποτε κακὸν ἐπάθομεν, διὰ δὲ τοὺσ ῥᾳδίωσ πολεμεῖν αἱρουμένουσ πολλαῖσ ἤδη καὶ μεγάλαισ συμφοραῖσ περιεπέσομεν. ὧν ἡμεῖσ οὐδεμίαν ποιούμεθα μνείαν, ἀλλ’ ἑτοίμωσ ἔχομεν μηδὲν εἰσ τὸ πρόσθεν ἡμῖν αὐτοῖσ πράττοντεσ τριήρεισ πληροῦν καὶ χρημάτων εἰσφορὰσ ποιεῖσθαι καὶ βοηθεῖν καὶ πολεμεῖν, ὥσπερ ἂν τύχωμεν ἐν ἀλλοτρίᾳ πόλει κινδυνεύοντεσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기