호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἅπαντες μὲν εἰώθασιν οἱ παριόντες ἐνθάδε ταῦτα μέγιστα φάσκειν εἶναι καὶ μάλιστα σπουδῆς ἄξια τῇ πόλει, περὶ ὧν αὐτοὶ μέλλουσι συμβουλεύειν.? οὐ μὴν ἀλλ εἰ καὶ περὶ ἄλλων τινῶν πραγμάτων ἡρ´μοσε τοιαῦτα προειπεῖν, δοκεῖ μοι πρέπειν καὶ περὶ τῶν νῦν παρόντων ἐντεῦθεν ποιήσασθαι τὴν ἀρχήν. ἥκομεν γὰρ ἐκκλησιάσοντες περί τε πολέμου καὶ εἰρήνης, ἃ μεγίστην ἔχει δύναμιν ἐν τῷ βίῳ τῷ τῶν ἀνθρώπων καὶ περὶ ὧν ἀνάγκη τοὺς ὀρθῶς βουλευσαμένους ἄμεινον τῶν ἄλλων πράττειν. τὸ μὲν οὖν μέγεθος ὑπὲρ ὧν συνεληλύθαμεν τηλικοῦτόν ἐστιν. ὁρῶ δὲ ὑμᾶς οὐκ ἐξ ἴσου τῶν λεγόντων τὴν ἀκρόασιν ποιουμένους, ἀλλὰ τοῖς μὲν προσέχοντας τὸν νοῦν, τῶν δὲ οὐδὲ τῆς φωνῆς ἀνεχομένους. καὶ θαυμαστὸν οὐδὲν ποιεῖτε. καὶ γὰρ τὸν ἄλλον χρόνον εἰώθατε τοὺς ἄλλους ἅπαντας ἐκβάλλειν πλὴν τοὺς συναγορεύοντας ταῖς ἐπιθυμίαις ὑμῶν. οἷς καὶ δικαίως ἄν τις ἐπιτιμήσειεν, ὅτι συνειδότες πολλοὺς καὶ μεγάλους οἴκους ὑπὸ τῶν κολακευόντων ἀναστάτους γεγενημένους καὶ μισοῦντες ἐπὶ τῶν ἰδίων τοὺς ταύτην ἔχοντας τὴν τέχνην ἐπὶ τῶν κοινῶν οὐχ ὁμοίως διάκεισθε πρὸς αὐτούς, ἀλλὰ κατηγοροῦντες τῶν προσιεμένων καὶ χαιρόντων τοῖς τοιούτοις αὐτοὶ μᾶλλον φαίνεσθε τούτοις πιστεύοντες ἢ τοῖς ἄλλοις πολίταις. καὶ γάρ τοι πεποιήκατε τοὺς ῥήτορας μελετᾶν καὶ φιλοσοφεῖν οὐ τὰ μέλλοντα τῇ πόλει συνοίσειν, ἀλλ ὅπως ἀρέσκοντας ὑμῖν λόγους ἐροῦσιν: ἐφ οὓς καὶ νῦν τὸ πλῆθος αὐτῶν ἐρρύηκεν. ἅπασι γὰρ ἦν φανερόν, ὅτι μᾶλλον ἡσθήσεσθε τοῖς παρακαλοῦσιν ὑμᾶς ἐπὶ τὸν πόλεμον ἢ τοῖς περὶ τῆς εἰρήνης συμβουλεύουσιν. οἳ μὲν γὰρ προσδοκίαν ἐμποιοῦσιν, ὡς τὰς κτήσεις τὰς ἐν ταῖς πόλεσι κομιούμεθα καὶ τὴν δύναμιν ἀναληψόμεθα πάλιν, ἣν πρότερον ἐτυγχάνομεν ἔχοντες, οἳ δ οὐδὲν τοιοῦτον ὑποτείνουσιν, ἀλλ ὡς ἡσυχίαν ἔχειν δεῖ καὶ μὴ μεγάλων ἐπιθυμεῖν παρὰ τὸ δίκαιον, ἀλλὰ στέργειν τοῖς παροῦσιν, ὃ χαλεπώτατον πάντων τοῖς πλείστοις τῶν ἀνθρώπων ἐστίν. οὕτω γὰρ ἐξηρτήμεθα τῶν ἐλπίδων καὶ πρὸς τὰς δοκούσας εἶναι πλεονεξίας ἀπλήστως ἔχομεν, ὥστ οὐδὲ οἱ κεκτημένοι τοὺς μεγίστους πλούτους μένειν ἐπὶ τούτοις ἐθέλουσιν, ἀλλ ἀεὶ τοῦ πλείονος ὀρεγόμενοι περὶ τῶν ὑπαρχόντων κινδυνεύουσι. διόπερ ἄξιόν ἐστι δεδιέναι, μὴ καὶ νῦν ἡμεῖς ἔνοχοι γενώμεθα ταύταις ταῖς ἀνοίαις.
λίαν γάρ τινές μοι δοκοῦσιν ὡρμῆσθαι πρὸς τὸν πόλεμον, ὥσπερ οὐ τῶν τυχόντων συμβεβουλευκότων ἀλλὰ τῶν θεῶν ἀκηκοότες, ὅτι κατορθώσομεν ἅπαντα καὶ ῥᾳδίως κρατήσομεν τῶν ἐχθρῶν. χρὴ δὲ τοὺς νοῦν ἔχοντας περὶ μὲν ὧν ἴσασι μὴ βουλεύεσθαι περίεργον γάρ, ἀλλὰ πράττειν ὡς ἐγνώκασι, περὶ ὧν δ ἂν βουλεύωνται, μὴ νομίζειν εἰδέναι τὸ συμβησόμενον, ἀλλ ὡς δόξῃ μὲν χρωμένους, ὅ τι δὲ ἂν τύχῃ γενησόμενον, οὕτω διανοεῖσθαι περὶ αὐτῶν. ὧν ὑμεῖς οὐδέτερον τυγχάνετε ποιοῦντες, ἀλλ ὡς οἱό῀ν τε ταραχωδέστατα διάκεισθε. συνεληλύθατε γὰρ ὡς δέον ὑμᾶς ἐξ ἁπάντων τῶν ῥηθέντων ἐκλέξασθαι τὸ βέλτιστον, ὥσπερ δ ἤδη σαφῶς εἰδότες ὃ πρακτέον ἐστὶν οὐ θέλετε ἀκούειν πλὴν τῶν πρὸς ἡδονὴν δημηγορούντων.
καίτοι προσῆκεν ὑμᾶς, εἴπερ ἐβούλεσθε ζητεῖν τὸ τῇ πόλει συμφέρον, μᾶλλον τοῖς ἐναντιουμένοις ταῖς ὑμετέραις γνώμαις προσέχειν τὸν νοῦν ἢ τοῖς χαριζομένοις, εἰδότας ὅτι τῶν ἐνθάθε παριόντων οἱ μὲν ἃ βούλεσθε λέγοντες ῥᾳδίως ἐξαπατᾶν δύνανται: τὸ γὰρ πρὸς χάριν ῥηθὲν ἐπισκοτεῖ τᾷ καθορᾶν τὸ βέλτιστον. ὑπὸ δὲ τῶν μὴ πρὸς ἡδονὴν συμβουλευόντων οὐδὲν ἂν πάθοιτε τοιοῦτον.
οὐ γὰρ ἔστιν ὅπως ἂν μεταπεῖσαι δυνηθεῖεν ὑμᾶς μὴ φανερὸν τὸ συμφέρον ποιήσαντες. χωρὶς δὲ τούτων πῶς ἂν ἄνθρωποι δυνηθεῖεν καλῶς ἢ κρῖναι περὶ τῶν γεγενημένων ἢ βουλεύεσθαι περὶ τῶν μελλόντων, εἰ μὴ τοὺς μὲν λόγους τοὺς τῶν ἐναντιουμένων παρ ἀλλήλους ἐξετάζοιεν, αὐτοὶ δ αὑτοὺς κοινοὺς ἀμφοτέροις ἀκροατὰς παράσχοιεν· θαυμάζω δὲ τὰ τῶν πρεσβυτέρων, εἰ μηκέτι μνημονεύουσι, καὶ τῶν νεωτέρων, εἰ μηδενὸς ἀκηκόασιν, ὅτι διὰ μὲν τοὺς παραινοῦντας ἀντέχεσθαι τῆς εἰρήνης οὐθὲν πώποτε κακὸν ἐπάθομεν, διὰ δὲ τοὺς ῥᾳδίως πολεμεῖν αἱρουμένους πολλαῖς ἤδη καὶ μεγάλαις συμφοραῖς περιεπέσομεν. ὧν ἡμεῖς οὐδεμίαν ποιούμεθα μνείαν, ἀλλ ἑτοίμως ἔχομεν μηδὲν εἰς τὸ πρόσθεν ἡμῖν αὐτοῖς πράττοντες τριήρεις πληροῦν καὶ χρημάτων εἰσφορὰς ποιεῖσθαι καὶ βοηθεῖν καὶ πολεμεῖν, ὥσπερ ἂν τύχωμεν ἐν ἀλλοτρίᾳ πόλει κινδυνεύοντες. τούτων δ αἴτιόν ἐστιν, ὅτι προσῆκον ὑμᾶς ὁμοίως τῶν κοινῶν ὥσπερ τῶν ἰδίων σπουδάζειν, οὐ τὴν αὐτὴν γνώμην ἔχετε περὶ αὐτῶν, ἀλλ ὅταν μὲν ὑπὲρ τῶν ἰδίων βουλεύησθε, ζητεῖτε συμβούλους τοὺς ἄμεινον φρονοῦντας ὑμῶν αὐτῶν, ὅταν δ ὑπὲρ τῆς πόλεως ἐκκλησιάζητε, τοῖς μὲν τοιούτοις ἀπιστεῖτε καὶ φθονεῖτε, τοὺς δὲ πονηροτάτους τῶν ἐπὶ τὸ βῆμα παριόντων ἐπαινεῖτε καὶ νομίζετε δημοτικωτέρους εἶναι τοὺς μεθύοντας τῶν νηφόντων καὶ τοὺς νοῦν οὐκ ἔχοντας τῶν εὖ φρονούντων καὶ τοὺς τὰ τῆς πόλεως διανεμομένους τῶν ἐκ τῆς ἰδίας οὐσίας ὑμῖν λειτουργούντων.
ὥστ ἄξιον θαυμάζειν, εἴ τις ἐλπίζει τὴν πόλιν τοιούτοις συμβούλοις χρωμένην ἐπὶ τὸ βέλτιον ἐπιδώσειν. ἐγὼ δ οἶδα μέν, ὅτι πρόσαντές ἐστιν ἐναντιοῦσθαι ταῖς ὑμετέραις διανοίαις καὶ διότι δημοκρατίας οὔσης οὐκ ἔστι παρρησία πλὴν ἐνθάδε μὲν τοῖς ἀφρονεστάτοις καὶ μηδὲν ὑμῶν φροντίζουσιν, ἐν δὲ τοῖς θεάτροις τοῖς κωμῳδοδιδασκάλοις. ὃ καὶ πάντων ἐστὶ δεινότατον, ὅτι τοῖς μὲν ἐκφέρουσιν εἰς τοὺς ἄλλους Ἕλληνας τὰ τῆς πόλεως ἁμαρτήματα τοσαύτην ἔχετε χάριν, ὅσην οὐδὲ τοῖς εὖ ποιοῦσι, πρὸς δὲ τοὺς ἐπιπλήττοντας καὶ νουθετοῦντας ὑμᾶς οὕτω θιατίθεσθε δυσκόλως, ὥσπερ πρὸς τοὺς κακόν τι τὴν πόλιν ἐργαζομένους.
ὅμως δὲ καὶ τούτων ὑπαρχόντων οὐκ ἂν ἀποσταίην ὧν διενοήθην. παρελήλυθα γὰρ οὐ χαριούμενος ὑμῖν οὐδὲ χειροτονίαν μνηστεύσων ἀλλ ἀποφανούμενος ἃ τυγχάνω γιγνώσκων, πρῶτον μὲν περὶ ὧν ὁ πρύτανις προτίθησιν, ἔπειτα περὶ τῶν ἄλλων τῶν τῆς πόλεως πραγμάτων. οὐδὲν γὰρ ὄφελος ἔσται τῶν νῦν περὶ τῆς εἰρήνης γνωσθέντων, ἂν μὴ περὶ τῶν λοιπῶν ὀρθῶς βουλευσώμεθα. φημὶ δ οὖν χρῆναι ποιεῖσθαι τὴν εἰρήνην μὴ μόνον πρὸς Χίους τε καὶ Ῥοδίους καὶ Βυζαντίους καὶ Κῴους ἀλλὰ πάντας ἀνθρώπους, καὶ χρῆσθαι ταῖς συνθήκαις μὴ ταύταις, αἷς νῦν τινες γεγράφασιν, ἀλλὰ ταῖς γενομέναις μὲν πρὸς βασιλέα καὶ Λακεδαιμονίους, προσταττούσαις δὲ τοὺς Ἕλληνας αὐτονόμους εἶναι καὶ τὰς φρουρὰς ἐκ τῶν ἀλλοτρίων πόλεων ἐξεἷναι καὶ τὴν αὑτῶν ἔχειν ἑκάστους. τούτων γὰρ οὔτε δικαιοτέρας εὑρήσομεν οὔτε μᾶλλον τῇ πόλει συμφερούσας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기