- 텍스트

Dionysius of Halicarnassus, De Isocrate, chapter 14 1:

(디오니시오스, De Isocrate, chapter 14 1:)

πλείστων μὲν οὖν ἀγαθῶν αἰτίους καὶ μεγίστων ἐπαίνων ἀξίους ἡγοῦμαι:? καὶ οὐδὲ μικρὸν διαλιπὼν ἐπιφέρει τούτοις: ἐνταῦθα γὰρ οὐ μόνον τῷ κώλῳ τὸ κῶλον ἴσον, ἀλλὰ καὶ τὰ ὀνόματα τοῖς ὀνόμασι, τῷ μὲν πλείστων τὸ μεγίστων, τῷ δ ἀγαθῶν τὸ ἐπαίνων, τῷ δὲ αἰτίους τὸ ἀξίους. καὶ αὖθις: οὐδὲ ἀπέλαυον μὲν ὡς ἰδίων, ἠμέλουν δὲ ὡς ἀλλοτρίων: τό τε γὰρ κῶλον τὸ δεύτερον τῷ κώλῳ πάρισον καὶ τῶν ὀνομάτων τῷ μὲν ἀπέλαυον τὸ ἠμέλουν ἀντίθετον, τῷ δὲ ἰδίων τὸ ἀλλοτρίων. οἷς ἐπιτίθησιν: ἀλλὰ ἐκήδοντο μὲν ὡς οἰκείων, ἀπείχοντο δὲ ὥσπερ χρὴ τῶν μηδὲν προσηκόντων. ἀντίκειται δὴ πάλιν κἀνταῦθα τῷ μὲν ἐκήδοντο τὸ ἀπείχοντο, τῷ δὲ οἰκείων τὸ μηδὲν προσηκόντων. καὶ οὔπω ταῦθ ἱκανά, ἀλλ ἐν τῇ μετὰ ταῦτα περιόδῳ πάλιν ἀντιστρέφει τῷ μὲν αὐτός τε μέλλοι μάλιστα εὐδοκιμήσειν τὸ ἐπιφερόμενον καὶ τοῖς παισὶ μεγάλην δόξαν καταλείψειν, τῷ δὲ οὐδὲ τὰς θρασύτητας τὰς ἀλλήλων ἐζήλουν τὸ συναπτόμενον αὐτῷ οὐδὲ τὰς τόλμας τὰς αὑτῶν ἤσκουν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION