- 텍스트

Dionysius of Halicarnassus, De Isocrate, chapter 13 1:

(디오니시오스, De Isocrate, chapter 13 1:)

ἅπαντες γοῦν εὑρ´ισκον τοὺς λόγους αὐτοῦ τοῖς αὐτοῖς τρόποις τῆς λέξεως κεχρημένους, ὥστ ἐν πολλοῖς τεχνικῶς τὰ καθ ἕκαστα ἐξεργαζόμενον τοῖς ὅλοις ἀπρεπῆ παντελῶς φαίνεσθαι διὰ τὸ μὴ προσηκόντως τοῖς ὑποκειμένοις τῶν ἠθῶν φράζειν.? Ιἑρώνυμος δὲ ὁ φιλόσοφός φησιν ἀναγνῶναι μὲν ἄν τινα δυνηθῆναι τοὺς λόγους αὐτοῦ καλῶς, δημηγορῆσαι δὲ τήν τε φωνὴν καὶ τὸν τόνον ἐπάραντα καὶ ἐν ταύτῃ τῇ κατασκευῇ μετὰ τῆς ἁρμοττούσης ὑποκρίσεως εἰπεῖν οὐ παντελῶς. τὸ γὰρ μέγιστον καὶ κινητικώτατον τῶν ὄχλων παρεῖσθαι, τὸ παθητικὸν καὶ ἔμψυχον: δουλεύειν γὰρ αὐτὸν τῇ λειότητι διαπαντός, τὸ δὲ κεκραμένον καὶ παντοδαπὸν ἐπιτάσει τε καὶ ἀνέσει καὶ τὸ ταῖς παθητικαῖς ὑπερθέσεσι διειλημμένον ἀποβεβληκέναι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION