호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πρώτην μὲν τοίνυν ἔφην ἀρετὴν εἶναι λόγων τὴν καθαρὰν ἑρμηνείαν, ἐν ᾗ διαλλαγὴν οὐδεμίαν εὑρ´ισκον παρ οὐδετέρῳ.? ἔπειτα τὴν ἀκρίβειαν τὴν διαλέκτου τῆς τότε συνήθους: καὶ ταύτην ἑώρων ὁμοίαν παρ ἀμφοτέροις. μετὰ ταῦτα ἐπελογιζόμην, ὅτι τοῖς κυρίοις καὶ συνήθεσι καὶ κοινοῖς ὀνόμασιν ἀμφότεροι κέχρηνται, ἡ δὲ Ἰσοκράτους λέξις προσλαβοῦσά τι τῆς τροπικῆς κατασκευῆς μέχρι τοῦ μὴ λυπῆσαι προῆλθεν. τῆς σαφηνείας καὶ τῆς ἐναργείας ἀμφοτέρους κρατεῖν ἀπεφηνάμην, ἐν δὲ τῷ συντόμως ἐκφέρειν τὰ νοήματα Λυσίαν μᾶλλον ἡγούμην ἐπιτυγχάνειν. περὶ τὰς αὐξήσεις Ἰσοκράτη κατορθοῦν ἄμεινον ἐδόκουν. ἐν τῷ συστρέφειν τὰ νοήματα καὶ στρογγύλως ἐκφέρειν ὡς πρὸς ἀληθινοὺς ἀγῶνας ἐπιτήδειον Λυσίαν ἀπεδεχόμην. ἐν ταῖς ἠθοποιίαις ἀμφοτέρους εὑρ´ισκον δεξιούς, τῆς δὲ χάριτος καὶ τῆς ἡδονῆς ἀναμφιλόγως ἀπεδίδουν τὰ πρωτεῖα Λυσίᾳ. τὸ μεγαλοπρεπὲς ἑώρων παρ Ἰσοκράτει. τοῦ πιθανοῦ καὶ πρέποντος οὐδέτερον ἐδόκουν ἀπολείπεσθαι.
ἐν τῇ συνθέσει τῶν ὀνομάτων Λυσίαν μὲν ἀφελέστερον ἔκρινον, Ἰσοκράτην δὲ περιεργότερον, καὶ τὸν μὲν τῆς ἀληθείας πιθανώτερον εἰκαστήν, τὸν δὲ τῆς κατασκευῆς ἀθλητὴν ἰσχυρότερον.?
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기