- 텍스트

Dionysius of Halicarnassus, De Isocrate, chapter 9 2:

(디오니시오스, De Isocrate, chapter 9 2:)

παρακελεύεται δὲ καὶ καρτερεῖν ἐπὶ τοῖς παροῦσι καὶ θαρρεῖν περὶ τῶν μελλόντων, ἐπισταμένους ὅτι τὰς τοιαύτας συμφορὰς αἱ πόλεις ἐπανορθοῦνται πολιτείᾳ χρηστῇ καὶ πολέμων ἐμπειρίαις, ἐν οἷς προεῖχεν ἡ Σπάρτη τῶν ἄλλων πόλεων.? οἰέται δὲ δεῖν οὐ τοὺς κακῶς πράττοντας εἰρήνης ἐπιθυμεῖν, οἷς ἐκ τῆς καινουργίας ἐπὶ τὸ κρεῖττον μεταβάλλειν τὰ πράγματα ἐλπίς, ἀλλὰ τοὺς εὐτυχοῦντας: ἐν γὰρ τἀκινδύνῳ τὴν τῶν παρόντων ἀγαθῶν εἶναι φυλακήν. πολλὰ δὲ καὶ ἄλλα πρὸς τούτοις διεξελθών, ὅσα καὶ κοινῇ καὶ ἰδίᾳ τοῖς ἐπιφανεστάτοις αὐτῶν ἐπράχθη κατὰ τοὺς πολέμους λαμπρὰ ἔργα, καὶ ὅσης αἰσχύνης ἄξια δράσουσι, καὶ ὡς καὶ διαβληθήσονται παρὰ τοῖς Ἕλλησιν, ἐπιλογισάμενος καὶ ὅτι πάντοθεν αὐτοῖς ἐπικουρία τις ἔσται τὸν ἀγῶνα ποιουμένοις καὶ παρὰ θεῶν καὶ παρὰ συμμάχων καὶ παρὰ πάντων ἀνθρώπων, οἷς ἐπίφθονος ἡ Θηβαίων δύναμις αὐξομένη, καὶ τὴν κατέχουσαν ἀκοσμίαν καὶ ταραχὴν τὰς πόλεις ἐπιτροπευόντων τῆς Ἑλλάδος Βοιωτῶν ἐπιδειξάμενος, τελευτῶν, εἰ καὶ μηθὲν τούτων μέλλοι γίνεσθαι μηδ ὑπολείποιτό τις ἄλλη σωτηρίας ἐλπίς, ἐκλιπεῖν κελεύει τὴν πόλιν, διδάσκων αὐτούς, ὡς χρὴ παῖδας μὲν καὶ γυναῖκας καὶ τὸν ἄλλον ὄχλον εἴς τε Σικελίαν ἐκπέμψαι καὶ Ἰταλίαν καὶ τἄλλα χωρία τὰ φίλια, αὐτοὺς δὲ καταλαβομένους τόπον, ὅστις ἂν ὀχυρώτατος ᾖ καὶ πρὸς τὸν πόλεμον ἐπιτηδειότατος, ἄγειν καὶ φέρειν τοὺς πολεμίους καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION